黙示録
Chapter 22
Freedom Bible (フリーダム・バイブル)
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1御使いはまた、水晶のように澄んだ命の水の川を私に見せた。その川は、神と小羊の王座から流れ出て、
1Καὶ ἔδειξέν μοι ⸀ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
2都の大通りの中央を流れていた。川の両岸には命の木があり、十二種類の実を結び、毎月その実を実らせていた。その木の葉は諸国民を癒やすためのものであった。
2ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ⸀ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3もはや、のろいはない。神と小羊の王座が都の中にあり、その僕たちはその方に仕える。
3καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4彼らはその御顔を仰ぎ見て、その額にはその名が記される。
4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5そこには、もはや夜がない。ともしびの光も太陽の光も必要ない。主なる神が彼らを照らされるからである。彼らは永遠に王として治める。
5καὶ νὺξ οὐκ ἔσται ⸀ἔτι, καὶ ⸂οὐκ ἔχουσιν χρείαν⸃ ⸀φωτὸς λύχνου καὶ ⸀φῶς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ⸀ἐπʼ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6御使いは私に言った。「これらの言葉は忠実で真実である。預言者たちの霊を司る神である主は、間もなく起こるべきことを僕たちに示すため、ご自分の御使いを遣わされた。」
6Καὶ ⸀εἶπέν μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ⸀ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει·
7「見よ、わたしはすぐに来る。この書の預言の言葉を守る者は幸いである。」
7καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8これらのことを聞き、また見たのは、私ヨハネである。私が聞き、また見たとき、これらのことを見せてくれた御使いを礼拝しようとして、その足もとにひれ伏した。
8Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9しかし、御使いは私に言った。「そうしてはならない。私は、あなたや、あなたの兄弟である預言者たち、またこの書の言葉を守る人々と同じ僕である。神を礼拝しなさい。」
9καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10また私に言った。「この書の預言の言葉を封じてはならない。時が近いからである。
10Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11不義を行う者は、なお不義を行うがよい。汚れた者は、なお汚れたままでいるがよい。義人は、なお義を行うがよい。聖なる者は、なお聖なる者であり続けるがよい。」
11ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ⸀ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12「見よ、わたしはすぐに来る。わたしは報いを携えて来て、一人ひとりにその行いに応じて報いる。
12Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶν αὐτοῦ.
13わたしはアルファであり、オメガである。最初であり、最後である。初めであり、終わりである。
13ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ⸀ἡ ἀρχὴ καὶ ⸀τὸ τέλος.
14その方の戒めを行う者たちは幸いである。 彼らは命の木にあずかる権利を得て、門を通って都に入ることができる。
14Μακάριοι οἱ ⸂πλύνοντες τὰς στολὰς αὐτῶν⸃, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15外にいるのは、犬ども、魔術を行う者、淫行を行う者、殺人者、偶像を礼拝する者、偽りを愛して行うすべての者である。
15ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16わたしイエスは、諸教会のためにこれらのことをあなたがたに証言させるため、わたしの御使いを遣わした。わたしはダビデの根であり、その子孫であり、輝く明けの明星である。」
16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός.
17聖霊と花嫁が言う。「来てください。」これを聞く者も、「来てください」と言いなさい。渇いている者は来なさい。望む者は、命の水を無償で受けなさい。
17καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18私は、この書の預言の言葉を聞くすべての人に証言する。これらの言葉に付け加える者がいれば、神はこの書に書かれている災害をその者に加えられる。
18Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ⸀ἐπιθήσει ὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19また、この預言の書の言葉から取り去る者がいれば、神は、この書に書かれている命の木と聖なる都にあずかるその者の分を取り去られる。
19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ⸀ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20これらのことを証言する方が言われる。 「そのとおりである。わたしはすぐに来る。」 アーメン。主イエスよ、来てください。
20Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ⸀ἔρχου, κύριε Ἰησοῦ.
21主イエス・キリストの恵みが、すべての聖徒たちとともにあるように。アーメン。
21Ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μετὰ ⸀πάντων.

Tip: use the ← and → keys to turn chapters.