ネヘミヤ記 4
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1サンバラテは、私たちが城壁を建てていると聞くと怒り、激しく憤って、ユダヤ人を嘲笑した。
1ΚΑΙ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα·
2彼は仲間とサマリアの軍隊の前で言った。「あの弱々しいユダヤ人たちは何をしているのか。自分たちで防備を整えるつもりか。いけにえをささげるつもりか。一日で仕上げるつもりか。焼けた瓦礫の山から石を生き返らせるつもりか。」
2καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλὴμ καὶ ποιῆσαι αὐτὴν ἀφανῆ.
3アモン人トビヤが彼のそばにいて言った。「彼らが建てているものは、狐が上っても、その石垣を崩してしまうだろう。」
3καὶ προσηυξάμεθα πρὸς τὸν Θεὸν ἡμῶν καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.
4「私たちの神よ、耳を傾けてください。私たちは侮られています。彼らのそしりを彼ら自身の頭に返し、捕囚の地で略奪に渡してください。
4καὶ εἶπεν Ἰούδας· συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει.
5彼らの咎を覆わず、その罪を御前からぬぐい去らないでください。彼らは建てる者たちを侮辱したのです。」
5καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς· οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.
6こうして私たちは城壁を建てた。城壁全体は高さの半分までつながった。民には働く意欲があったからである。
6καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν· ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ' ἡμᾶς.
7しかし、サンバラテ、トビヤ、アラビア人、アモン人、アシュドド人たちは、エルサレムの城壁の修復が進み、破れ口がふさがれ始めたと聞いて、非常に怒った。
7καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ρομφαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν.
8そして彼らは皆、エルサレムに来て戦い、私たちの間に混乱を引き起こそうと共謀した。
8καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ· μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ Θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν, θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν.
9しかし私たちは神に祈り、彼らに備えて昼も夜も見張りを立てた。
9καὶ ἐγένετο ἡνίκα ἥκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν, καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ.
10ユダの人々は言った。「荷を担う者の力は衰え、瓦礫は多い。これでは城壁を建て続けられない。」
10καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα
11敵は言った。「彼らが気づきも見もしないうちに、その中へ入り込み、彼らを殺して工事をやめさせよう。」
11τῶν οἰκοδομούντων ἐν τῷ τείχει, καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτοῦ τὸ ἔργον καὶ ἐν μιᾷ ἐκράτει τὴν βολίδα.
12敵の近くに住むユダヤ人たちが来て、あらゆる方角から十回も、「どこへ向かっても、彼らは私たちを襲って来ます」と告げた。
12καὶ οἱ οἰκοδόμοι ἀνὴρ ρομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.
13そこで私は、城壁の後ろの低い場所、開けた所に、民を家族ごとに配置し、剣、槍、弓を持たせた。
13καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ· τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
14私は見渡し、立ち上がって、貴族、役人、その他の民に言った。「彼らを恐れてはならない。偉大で恐るべき主を覚え、兄弟、息子、娘、妻、家のために戦え。」
14ἐν τόπῳ, οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ Θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.
15私たちの敵は、それが私たちに知られたこと、そして神が彼らの企てを無に帰されたことを聞いた。こうして私たちは皆、城壁に戻り、それぞれ自分の仕事についた。
15καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων.
16そのとき以来、私のしもべの半数は工事をし、半数は槍、盾、弓、鎧を手にした。指揮官たちはユダの民全体の背後に控えた。
16καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ· ἕκαστος μετὰ τοῦ νεανίσκου αὐτοῦ αὐλίσθητε ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον.
17城壁を建てる者も、荷を担って運ぶ者も、片手で仕事をし、もう一方の手に武器を持った。
17καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τά ἱμάτια αὐτοῦ.
18建てる者たちは皆、腰に剣を帯びて建てた。角笛を吹き鳴らす者は私のそばにいた。
no verse 18 in this text
19私は貴族、役人、その他の民に言った。「工事は大きく、広い範囲に及び、私たちは城壁の上で互いに遠く離れている。
no verse 19 in this text
20どこであれ角笛の音を聞いたなら、そこへ、私たちのもとへ集まれ。私たちの神が私たちのために戦ってくださる。」
no verse 20 in this text
21こうして私たちは工事を続け、民の半数は夜明けから星が現れるまで槍を手にした。
no verse 21 in this text
22そのころ私は民に言った。「それぞれ、しもべとともにエルサレムの中に泊まれ。夜は私たちの見張りとなり、昼は働くためである。」
no verse 22 in this text
23私も、兄弟たちも、しもべたちも、私に従う見張りの者たちも、衣服を脱がなかった。水を汲みに行くときも、皆が武器を携えた。
no verse 23 in this text
Tip: use the ← and → keys to turn chapters.