マルコ 11
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1一行がエルサレムに近づき、オリーブ山にあるベテスファゲ とベタニアの近くまで来ると、イエスは二人の弟子を遣わして、
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2彼らに言われた。 「向こうの村へ行きなさい。村に入るとすぐ、まだだれも乗ったことのない子ろばがつながれているのが見つかる。それを解いて、連れて来なさい。
2καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃.
3もしだれかが、『なぜそんなことをするのか』と尋ねたら、『主がお入り用なのです。すぐにまたここへ返されます』と言いなさい。」
3καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε.
4弟子たちが出かけて行くと、表通りに面した戸口の外に子ろばがつながれているのを見つけ、それを解いた。
4⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5そこに立っていた人々の何人かが、「子ろばを解いて、何をしているのか」と尋ねた。
5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6弟子たちがイエスに言われたとおりに答えると、人々は彼らを行かせた。
6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7弟子たちは子ろばをイエスのもとに連れて来て、その上に自分たちの上着を掛けた。イエスはそれに乗られた。
7καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν.
8多くの人々は道に自分たちの上着を敷き、ほかの人々は木の枝を切って道に敷いた。
8⸂καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃.
9前を行く者たちも後に従う者たちも叫んだ。「ホサナ。 主の名によって来られる方は、幸いである。
9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
10主の名によって来る、われらの父ダビデの国は、幸いである。いと高き所にホサナ。」
10Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11イエスはエルサレムに入り、神殿に入られた。そして、すべてを見回された後、すでに夕方になっていたので、十二人と共にベタニアへ出て行かれた。
11Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12翌日、一行がベタニアを出たとき、イエスは空腹を覚えられた。
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13遠くに葉の茂ったいちじくの木をご覧になり、何か実が見つかるかと思って、そこへ行かれた。しかし、木のところに来ても、葉のほかには何も見つからなかった。いちじくの季節ではなかったからである。
13καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων.
14イエスはその木に、 「これから後、いつまでも、だれもおまえの実を食べない」 と言われた。弟子たちはそれを聞いていた。
14καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15一行はエルサレムに来た。イエスは神殿に入り、神殿の中で売り買いしている者たちを追い出し始め、両替人の台や鳩を売る者たちの腰掛けを倒された。
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16また、だれにも神殿を通って器を運ぶことをお許しにならなかった。
16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17そして彼らに教えて言われた。 「『私の家は、すべての国民のための祈りの家と呼ばれる』と書かれているではないか。 それなのに、あなたがたはそれを強盗の巣にしてしまった。」
17καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
18祭司長たちと律法学者たちはこれを聞き、どうすればイエスを滅ぼせるかと策を練った。群衆がみなイエスの教えに驚いていたので、彼らはイエスを恐れていた。
18καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19夕方になると、イエスは都の外へ出て行かれた。
19Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20朝早く、彼らが通りかかると、いちじくの木が根元から枯れているのを見た。
20Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21ペテロは思い出してイエスに言った。「先生、ご覧ください。呪われたいちじくの木が枯れています。」
21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22イエスは彼らに答えられた。 「神を信じなさい。
22καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ·
23まことに、あなたがたに言う。だれでもこの山に向かって、『動いて、海に入れ』と言い、心の中で疑わず、自分の言うことが実現すると信じるなら、そのとおりになる。
23⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃.
24だから、あなたがたに言う。祈り求めるものは何でも、すでに受けたと信じなさい。そうすれば、そのとおりになる。
24διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε⸃, πιστεύετε ὅτι ⸀ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25立って祈るとき、だれかに恨みを抱いているなら、赦しなさい。そうすれば、天におられるあなたがたの父も、あなたがたの背きを赦してくださる。
25καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν.
26しかし、あなたがたが赦さないなら、天におられるあなたがたの父も、あなたがたの背きを赦してくださらない。」
no verse 26 in this text
27一行は再びエルサレムに来た。イエスが神殿の中を歩いておられると、祭司長たち、律法学者たち、長老たちが近寄って来て、
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28言い始めた。「何の権威によって、これらのことをしているのか。これらのことをする権威を、だれがあなたに与えたのか。」
28καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην⸃ ἵνα ταῦτα ποιῇς;
29イエスは彼らに言われた。 「私もあなたがたに一つ尋ねよう。答えなさい。そうすれば、何の権威によってこれらのことをしているのか、あなたがたに話そう。
29ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
30ヨハネのバプテスマは天からのものだったのか、それとも人からのものだったのか。答えなさい。」
30τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31彼らは互いに相談した。「もし『天から』と言えば、『では、なぜ彼を信じなかったのか』と言うだろう。
31καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32かといって、『人から』と言えば――。」彼らは群衆を恐れていた。皆がヨハネを本当に預言者だと認めていたからである。
32ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι⸃ προφήτης ἦν.
33そこで彼らはイエスに、「分かりません」と答えた。 イエスは彼らに言われた。 「それなら私も、何の権威によってこれらのことをしているのか、あなたがたに話さない。」
33καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν⸃· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Tip: use the ← and → keys to turn chapters.