マタイ 3
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1そのころ、バプテスマを授けるヨハネが現れ、ユダヤの荒野で宣べ伝え、こう言った。
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2「悔い改めなさい。天の御国が近づいたからだ。」
2καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3このヨハネこそ、預言者イザヤによって、次のように語られた人である。 「荒野で叫ぶ者の声がする。 『主の道を整えよ。 その道筋をまっすぐにせよ。』」
3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4ヨハネはらくだの毛でできた衣をまとい、腰に革の帯を締めていた。食べ物はいなごと野生の蜂蜜だった。
4Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.
5すると、エルサレム、ユダヤ全土、ヨルダン川周辺一帯から、人々が彼のもとに出て来た。
5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6そして自分たちの罪を告白し、ヨルダン川でヨハネからバプテスマを受けた。
6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7しかし、多くのパリサイ人とサドカイ人がバプテスマを受けに来るのを見て、ヨハネは彼らに言った。「まむしの子らよ。迫り来る御怒りから逃れるようにと、だれがあなたがたに警告したのか。
7ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8それなら、悔い改めにふさわしい実を結びなさい。
8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας,
9『われわれの父はアブラハムだ』と心の中で思ってはならない。あなたがたに言っておく。神はこれらの石からでも、アブラハムの子らを起こすことがおできになる。
9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ . λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10斧はすでに木々の根元に置かれている。だから、良い実を結ばない木はすべて切り倒され、火に投げ込まれる。
10ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11私は悔い改めのために、あなたがたに水でバプテスマを授けている。しかし、私の後から来られる方は私より力があり、私はその方の履物を運ぶ資格さえない。その方は聖霊によって、あなたがたにバプテスマを授ける。
11ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
12その方は麦をふるい分ける箕を手に持ち、脱穀場をすっかり清める。そして麦を倉に納めるが、もみ殻は消えることのない火で焼き尽くす。」
12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13そのとき、イエスはヨハネからバプテスマを受けるため、ガリラヤからヨルダン へ来られた。
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ.
14しかしヨハネは、「私こそあなたからバプテスマを受ける必要があるのに、あなたが私のところへ来られるのですか」と言って、イエスを思いとどまらせようとした。
14ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15しかしイエスは答えられた。 「今はそうさせてほしい。このようにして、すべての義を成し遂げることが私たちにはふさわしいからだ。」 そこでヨハネは、そのとおりにした。
15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν·
16イエスはバプテスマを受けると、すぐに水から上がられた。すると見よ、天が開けた。イエスは、神の霊が鳩のように下り、ご自分の上に来るのをご覧になった。
16καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν·
17見よ、天から声がして言った。「これはわたしの愛する子。わたしはこの子を心から喜んでいる。」
17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα .
Tip: use the ← and → keys to turn chapters.