エレミヤ
Chapter 19
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1主はこう言われた。「行って、陶器師の作った土の壺を買い、民の長老たちと祭司の長老たちの中から何人かを連れて行け。
1Τότε εἶπε Κύριος πρὸς μὲ, βάδισον, καὶ κτῆσαι βικὸν πεπλασμένον ὀστράκινον, καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων,
2ハルシトの門の入口のそばにあるベン・ヒノムの谷へ出て行き、そこで、わたしがあなたに告げる言葉を宣言せよ。
2καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ· καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σὲ,
3こう言え。『ユダの王たちとエルサレムの住民よ、主の言葉を聞け。イスラエルの神、万軍の主はこう言われる。「見よ、わたしはこの場所に災いをもたらす。それを聞く者は皆、耳が鳴る。
3καὶ ἐρεῖς αὐτοῖς, Ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς Ἰούδα, καὶ ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ·
4彼らはわたしを捨て、この場所を汚し、自分たちも父祖たちもユダの王たちも知らなかったほかの神々に、ここで香をたいた。また、この場所を罪のない者の血で満たした。
4Ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον, καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν· καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων,
5彼らはバアルの高き所を築き、自分たちの子どもたちを火で焼いて、バアルへの全焼のささげ物とした。それは、わたしが命じたことでも、語ったことでもなく、わたしの心に思い浮かびもしなかった。
5καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ἃ οὐκ ἐνετειλάμην, οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου.
6それゆえ、見よ、この場所がもはや『トフェテ』とも『ベン・ヒノムの谷』とも呼ばれず、『虐殺の谷』と呼ばれる日々が来る」と、主は言われる。
6Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἐννὼμ, ἀλλʼ ἢ Πολυάνδριον τῆς σφαγῆς.
7「わたしはこの場所で、ユダとエルサレムの計画をくじく。彼らを敵の前で剣に倒れさせ、彼らの命を狙う者たちの手に渡す。彼らの死体を空の鳥と地の動物の餌とする。
7Καὶ σφάξω τὴν βουλὴν Ἰούδα, καὶ τὴν βουλὴν Ἱερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν· καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς·
8わたしはこの町を驚きの的、あざけりの的とする。そこを通る者は皆、そのすべての災いに驚き、あざける。
8Καὶ κατάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν, καὶ εἰς συρισμόν· πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτῆς σκυθρωπάσει, καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς.
9わたしは彼らに自分の息子の肉と娘の肉を食べさせる。敵と、彼らの命を狙う者たちが彼らを追い詰める包囲と苦難の中で、彼らは互いに友の肉を食べる。」』
9Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν, καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν· καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ, καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
10それから、あなたと一緒に行く者たちの目の前で、その器を砕け。
10Καὶ συντρίψεις τὸν βικὸν κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ,
11彼らにこう言え。『万軍の主はこう言われる。「陶器師の器を砕けば、もはや元に戻せないように、わたしはこの民とこの町を砕く。人々は葬る場所がなくなるまで、トフェテに死者を葬る。
11καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.
12わたしはこの場所とその住民にこのように行い、この町をトフェテのようにする」と、主は言われる。
12Οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ, καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην, ὡς τὴν διαπίπτουσαν.
13「エルサレムの家々とユダの王たちの家々、すなわち、屋上で天の万象に香をたき、ほかの神々に注ぎのささげ物を注いだために汚されたすべての家は、トフェテの場所のようになる。」』」
13Καὶ οἶκοι Ἱερουσαλὴμ, καὶ οἶκοι βασιλέων Ἰούδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων, ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις.
14エレミヤは、主に遣わされて預言したトフェテから帰り、主の家の庭に立って、すべての民に言った。
14Καὶ ἦλθεν Ἱερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ, τοῦ προφητεῦσαι· καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου, καὶ εἶπε πρὸς πάντα τὸν λαὸν,
15「イスラエルの神、万軍の主はこう言われる。『見よ、わたしはこの町と、その周囲のすべての町々に、わたしが告げた災いをすべてもたらす。彼らがうなじを堅くし、わたしの言葉を聞こうとしなかったからだ。』」
15τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς, καὶ ἐπὶ τὰς κώμας αὐτῆς, ἅπαντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτὴν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.

Tip: use the ← and → keys to turn chapters.