ヘブル人への手紙 12
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1ですから私たちも、これほど大勢の証人に雲のように取り囲まれているのですから、あらゆる重荷と、すぐに絡みつく罪とを捨て、前に置かれた競走を忍耐して走ろうではありませんか。
1Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα
2信仰の創始者であり完成者であるイエスを見つめましょう。イエスは待ち受ける喜びのゆえに、恥をものともせず十字架に耐え、神の王座の右に座られました。
2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.¶
3あなたがたの心が疲れ果て、気力を失うことのないように、罪人たちからご自分に向けられたこれほどの反抗を耐え抜かれた方のことを考えなさい。
3ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4あなたがたは罪と戦いながら、まだ血を流すまで抵抗したことはありません。
4οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι
5また、子に語るようにあなたがたを諭す、次の勧めを忘れてしまっています。 「わが子よ、主の訓練を軽く考えてはならない。 主に戒められる時、気力を失ってはならない。
5καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος.
6主は愛する者を訓練し、 受け入れる子を皆、懲らしめられるからである。」
6ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7あなたがたが耐えているのは訓練のためです。神はあなたがたを子として扱っておられます。父から訓練を受けない子がいるでしょうか。
7εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8皆が受けている訓練を受けていないのなら、あなたがたは私生児であって、子ではありません。
8εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
9さらに私たちには、自分を訓練する肉親の父がいて、彼らを敬いました。それなら、なおさら霊の父に従って生きるべきではないでしょうか。
9εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
10肉親の父たちは、自分たちが良いと思う方法で、わずかな日の間、私たちを訓練しました。しかし神は、私たちがご自分の聖さにあずかるよう、私たちの益のために訓練されます。
10οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11どんな訓練も、その時には喜ばしいものではなく、つらいものに思われます。しかし後には、それによって鍛えられた人々に、平安に満ちた義の実を結ばせます。
11πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.¶
12ですから、力なく垂れた手を上げ、弱った膝をまっすぐにし、
12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
13自分の足のためにまっすぐな道を造りなさい。それは、足の不自由な者が道を外れることなく、むしろ癒やされるためです。
13καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14すべての人との平和と、聖さを追い求めなさい。聖さがなければ、だれも主を見ることはできません。
14εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον·
15だれも神の恵みを受け損なうことのないように、また、苦い根が生え出てあなたがたを悩ませ、それによって多くの人が汚されることのないように、よく注意しなさい。
15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι᾽ αὐτῆς μιανθῶσιν πολλοί·
16また、だれも性的な不道徳に陥る者や、エサウのように神聖なものを軽んじる者にならないようにしなさい。エサウは一度の食事と引き換えに、長子の権利を売りました。
16μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ.
17あなたがたが知っているとおり、その後、祝福を受け継ぎたいと願った時には退けられました。涙を流して熱心に求めましたが、心を変える機会を見いだせなかったからです。
17ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.¶
18あなたがたが近づいたのは、手で触れることができ、火で燃えている山、暗闇、暗黒、嵐、
18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
19ラッパの響き、また言葉を告げる声ではありません。その声を聞いた人々は、これ以上何も語られないようにと願いました。
19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
20「獣であっても山に触れるなら、石で打ち殺されなければならない」という命令に耐えられなかったからです。
20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται
21その光景はあまりにも恐ろしく、モーセさえ「私は恐れおののき、震えている」と言いました。
21καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· ἔκφοβός εἰμι καὶ ἔντρομος·
22しかし、あなたがたが近づいたのは、シオンの山、生ける神の都である天のエルサレム、無数の御使いたち、
22ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων
23喜び祝う集い、天に登録されている初子たちの集会、すべての者を裁く神、完全な者とされた義人たちの霊、
23καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασιν δικαίων τετελειωμένων
24新しい契約の仲介者イエス、そしてアベルの血よりもさらに優れたことを語る、振りかけられた血です。
24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.¶
25語っておられる方を拒まないように注意しなさい。地上で警告した方を拒んだ人々が逃れられなかったのなら、まして天から警告しておられる方に背を向ける私たちは、決して逃れられません。
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι,
26その時、御声は地を揺り動かしました。しかし今は、「もう一度、わたしは地だけでなく、天をも揺り動かす」と約束しておられます。
26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
27この「もう一度」という言葉は、造られたものとして揺り動かされるものが取り除かれ、揺り動かされないものが残ることを示しています。
27τὸ δὲ ἔτι ἅπαξ, δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28ですから、揺り動かされない王国を受けている私たちは、恵みを受けようではありませんか。その恵みによって、畏敬と恐れをもって、神に喜ばれる仕方で仕えましょう。
28διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους·
29私たちの神は、焼き尽くす火だからです。
29καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.¶
Tip: use the ← and → keys to turn chapters.