列王記第一
Chapter 19
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1アハブは、エリヤがしたすべてのこと、また彼が預言者たちをみな剣で殺した次第をイゼベルに告げた。
1ΚΑΙ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ἠλιού, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ρομφαίᾳ.
2するとイゼベルはエリヤに使者を遣わして言った。「もしわたしが明日の今ごろまでに、あなたの命をあの者たちの一人の命のようにしなければ、神々がわたしにそのように行い、さらに増し加えられるように!」
2καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ καὶ εἶπεν· εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
3エリヤはそれを見ると、身を守るために立ち上がって逃げ、ユダに属するベエルシェバまで来て、そこにしもべを残した。
3καὶ ἐφοβήθη Ἠλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ·
4彼自身は荒野へ一日の道のりを行き、一本のえにしだの木の下に座った。そして死を願って言った。「もう十分です。主よ、今、わたしのいのちを取ってください。わたしは父祖たちに勝る者ではありません。」
4καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω Ραθμὲν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν· ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχή μου ἀπ᾿ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
5彼はえにしだの木の下に横たわって眠った。すると御使いが彼に触れて、「起きて食べなさい!」と彼に言った。
5καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ φάγε·
6彼が見ると、頭のそばに炭火で焼いたパンと水の壺があった。彼は食べて飲み、再び横たわった。
6καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε. καὶ ἐπιστρέψας ἐκοιμήθη.
7主の御使いが再び来て彼に触れ、言った。「起きて食べなさい。旅はあなたには長すぎる。」
7καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
8彼は起きて、飲み食いし、その食べ物の力で四十日四十夜歩いて、神の山ホレブに行った。
8καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ.
9彼はそこにあるほら穴に入り、一夜を過ごした。すると主のことばが臨んだ。「エリヤよ、ここで何をしているのか。」
9καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ρῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπε· τί σὺ ἐνταῦθα, Ἠλιού;
10彼は言った。「わたしは万軍の神、主に対して燃えるような熱心を抱いてきました。イスラエルの子らはあなたの契約を捨て、祭壇を打ち壊し、預言者たちを剣で殺しました。わたし一人だけが残りましたが、彼らはわたしのいのちまで取ろうとしています。」
10καὶ εἶπεν Ἠλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
11主は言われた。「外に出て、山の上で主の前に立ちなさい。」すると主が通り過ぎられた。主の前に激しい大風が起こり、山々を裂き、岩を砕いた。しかし主は風の中にはおられなかった。風の後に地震が起こったが、主は地震の中にもおられなかった。
11καὶ εἶπεν· ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος, καὶ ἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος·
12地震の後に火が起こったが、主は火の中にもおられなかった。火の後に、かすかな声が聞こえた。
12καὶ μετὰ τὸν συσσειμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κἀκεῖ Κύριος.
13エリヤはそれを聞くと、外套で顔を覆い、外に出て、ほら穴の入り口に立った。すると、声が彼に臨んで言った。「エリヤよ、ここで何をしているのか。」
13καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπε· τί σὺ ἐνταῦθα Ἠλιού;
14彼は言った。「わたしは万軍の神、主に対して燃えるような熱心を抱いてきました。イスラエルの子らはあなたの契約を捨て、祭壇を打ち壊し、預言者たちを剣で殺しました。わたし一人だけが残りましたが、彼らはわたしのいのちまで取ろうとしています。」
14καὶ εἶπεν Ἠλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ· καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
15主は彼に言われた。「行って、ダマスコの荒野への道を帰りなさい。あなたが着いたなら、ハザエルに油を注いでアラムの王としなさい。
15καὶ εἶπε Κύριος πρὸς αὐτόν· πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ ἥξεις καὶ χρίσεις τὸν Ἀζαὴλ εἰς βασιλέα τῆς Συρίας·
16また、ニムシの息子イエフに油を注いでイスラエルの王としなさい。そして、アベル・メホラ出身のシャファテの息子エリシャに油を注いで、あなたの代わりに預言者としなさい。
16καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
17ハザエルの剣から逃れる者をイエフが殺し、イエフの剣から逃れる者をエリシャが殺すであろう。
17καὶ ἔσται τὸν σῳζόμενον ἐκ ρομφαίας Ἀζαήλ, θανατώσει Ἰού, καὶ τὸν σῳζόμενον ἐκ ρομφαίας Ἰοὺ θανατώσει Ἑλισαιέ.
18しかし、わたしはイスラエルの中に七千人を残した。そのひざは皆バアルにかがまず、その口は皆彼に口づけしなかった。」
18καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.
19エリヤはそこを去り、シャファテの息子エリシャを見つけた。エリシャは十二くびきの牛を前にして耕しており、自分は十二番目のくびきとともにいた。エリヤは彼のそばを通り、自分の外套を投げかけた。
19Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα καὶ ἀπῆλθεν ἐπ᾿ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾿ αὐτόν.
20彼は牛を置いてエリヤの後に走り、「どうか、わたしの父と母に口づけさせてください。それからあなたに従います」と言った。 エリヤは言った。「帰りなさい。わたしがあなたに何をしたというのか。」
20καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ καὶ εἶπε· καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλιού· ἀνάστρεφε, ὅτι πεποίηκά σοι.
21エリシャはエリヤのもとから引き返し、一くびきの牛を取ってほふり、牛の用具を薪にして肉を煮、民に振る舞った。彼らが食べ終えると、エリシャは立ち上がってエリヤに従い、彼に仕えた。
21καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλιοὺ καὶ ἐλειτούργει αὐτῷ.

Tip: use the ← and → keys to turn chapters.