歴代誌上
Chapter 10
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1さて、ペリシテ人はイスラエルと戦った。イスラエルの兵士たちはペリシテ人の前から逃げ、ギルボア山で討たれて倒れた。
1Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν Ἰσραὴλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ.
2ペリシテ人はサウルとその息子たちに激しく迫り、サウルの息子ヨナタン、アビナダブ、マルキ・シュアを討った。
2Καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ· καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισουὲ, υἱοὺς Σαούλ.
3戦いはサウルに対して激しくなり、射手たちが彼に追いつき、サウルは彼らに追い詰められた。
3Καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ· καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπονέσαν ἀπὸ τῶν τόξων.
4その時、サウルは自分の武具持ちに言った。「あなたの剣を抜き、それで私を刺し貫け。あの割礼を受けていない者たちが来て、私を辱めないためだ。」しかし、彼の武具持ちは大いに恐れたため、そうしようとはしなかった。そこでサウルは自分の剣を取り、その上に倒れ伏した。
4Καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου, καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.
5武具持ちは、サウルが死んだのを見て、自分も剣の上に倒れ伏して死んだ。
5Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἀπέθανε Σαοὺλ, καὶ ἔπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ.
6こうしてサウルとその三人の息子は死に、彼の家は皆ともに死んだ。
6Καὶ ἀπέθανε Σαοὺλ, καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε.
7谷にいたすべてのイスラエルの人々は、彼らが逃げ去ったこと、またサウルとその息子たちが死んだことを見ると、自分たちの町々を捨てて逃げた。そしてペリシテ人が来て、そこに住んだ。
7Καὶ εἶδε πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ, καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι, καὶ κατῴκησαν ἐν αὐταῖς.
8翌日、ペリシテ人が殺された者たちから剥ぎ取るために来たとき、サウルとその息子たちがギルボア山に倒れているのを見つけた。
8Καὶ ἐγένετο τῇ ἐχομένῃ, καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας, καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ.
9彼らは彼から剥ぎ取り、彼の頭と鎧を取り、ペリシテ人の地の至る所に人を遣わして、彼らの偶像と民に知らせを伝えさせた。
9Καὶ ἐξέδυσαν αὐτὸν, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν, καὶ τῷ λαῷ·
10彼らは彼の鎧を自分たちの神々の家に置き、彼の頭をダゴンの神殿に釘で打ち付けた。
10Καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν· καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών.
11ヤベシュ・ギルアドのすべての者が、ペリシテ人がサウルに行ったすべてのことを聞いたとき、
11Καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τῷ Ἰσραήλ.
12勇士たちが皆立ち上がり、サウルの遺体と彼の息子たちの遺体を取り去って、ヤベシュへ持ち帰った。彼らはその骨をヤベシュの樫の木の下に葬り、七日間断食した。
12Καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ, καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβὶς, καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρὺν ἐν Ἰαβίς· καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.
13サウルは、主に対して犯した背信の罪のゆえに死んだ。彼が主の言葉を守らず、また霊媒に相談して尋ね求めたからである。
13Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν, ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης,
14彼は主に尋ね求めなかったので、主は彼を死なせ、王権をエッサイの子ダビデに移された。
14καὶ οὐκ ἐζήτησε Κύριον· καὶ ἀπέκτεινεν αὐτὸν, καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.

Tip: use the ← and → keys to turn chapters.