ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Chinese Union Version, punctuated (Traditional)
1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς·
1我對你們舉薦我們的姊妹 非比 ;她是 堅革哩 教會中的女執事。
2ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.
2請你們為主接待她,合乎聖徒的體統。她在何事上要你們幫助,你們就幫助她;因她素來幫助許多人,也幫助了我。
3Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
3問 百基拉 和 亞居拉 安。他們在基督耶穌裏與我同工,
4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν·
4也為我的命將自己的頸項置之度外。不但我感謝他們,就是外邦的眾教會也感謝他們。
5καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
5又問在他們家中的教會安。問我所親愛的 以拜尼土 安;他在 亞細亞 是歸基督初結的果子。
6Ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς.
6又問 馬利亞 安;她為你們多受勞苦。
7Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.
7又問我親屬與我一同坐監的 安多尼古 和 猶尼亞 安;他們在使徒中是有名望的,也是比我先在基督裏。
8Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ.
8又問我在主裏面所親愛的 暗伯利 安。
9Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
9又問在基督裏與我們同工的 耳巴奴 ,並我所親愛的 士大古 安。
10Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
10又問在基督裏經過試驗的 亞比利 安。問 亞利多布 家裏的人安。
11Ἀσπάσασθε Ἡροδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ.
11又問我親屬 希羅天 安。問 拿其數 家在主裏的人安。
12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.
12又問為主勞苦的 土非拿 氏和 土富撒 氏安。問可親愛為主多受勞苦的 彼息 氏安。
13Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
13又問在主蒙揀選的 魯孚 和他母親安;他的母親就是我的母親。
14Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
14又問 亞遜其土 、 弗勒干 、 黑米 、 八羅巴 、 黑馬 ,並與他們在一處的弟兄們安。
15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
15又問 非羅羅古 和 猶利亞 , 尼利亞 和他姊妹,同 阿林巴 並與他們在一處的眾聖徒安。
16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.
16你們親嘴問安,彼此務要聖潔。基督的眾教會都問你們安。
17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν.
17弟兄們,那些離間你們、叫你們跌倒、背乎所學之道的人,我勸你們要留意躲避他們。
18Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
18因為這樣的人不服事我們的主基督,只服事自己的肚腹,用花言巧語誘惑那些老實人的心。
19Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
19你們的順服已經傳於眾人,所以我為你們歡喜;但我願意你們在善上聰明,在惡上愚拙。
20Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν.
20賜平安的上帝快要將撒但踐踏在你們腳下。願我主耶穌基督的恩常和你們同在!
21Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
21與我同工的 提摩太 ,和我的親屬 路求 、 耶孫 、 所西巴德 ,問你們安。
22Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν Κυρίῳ.
22我這代筆寫信的 德提 ,在主裏面問你們安。
23Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
23那接待我、也接待全教會的 該猶 問你們安。
24Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
24城內管銀庫的 以拉都 和兄弟 括土 問你們安。
25Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,
25惟有上帝能照我所傳的福音和所講的耶穌基督,並照永古隱藏不言的奧祕,堅固你們的心。
26φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,
26這奧祕如今顯明出來,而且按着永生上帝的命,藉眾先知的書指示萬國的民,使他們信服真道。
27μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
27願榮耀,因耶穌基督,歸與獨一全智的上帝,直到永遠。阿們!
Tip: use the ← and → keys to turn chapters.