ΚΑΤΑ ΛΟΥΚΑΝ 15
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Old Persian Version (ترجمه قدیم)
1Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ.
1و چون همه باجگیران و گناهکاران به نزدش میآمدند تا کلام او را بشنوند،
2Καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
2فریسیان و کاتبان، همهمهکنان میگفتند: «این شخص، گناهکارن را میپذیرد و با ایشان میخورد.»
3Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων,
3پس برای ایشان این مثل را زده، گفت:
4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐννενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό;
4«کیست از شما که صد گوسفند داشته باشد و یکی از آنها گم شود که آن نود و نه را درصحرا نگذارد و از عقب آن گمشده نرود تا آن رابیابد؟
5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ἑαυτοῦ χαίρων.
5پس چون آن را یافت به شادی بر دوش خود میگذارد،
6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
6و به خانه آمده، دوستان وهمسایگان را میطلبد و بدیشان میگوید با من شادی کنید زیرا گوسفند گمشده خود را یافتهام.
7Λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐννενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
7به شما میگویم که بر این منوال خوشی درآسمان رخ مینماید بهسبب توبه یک گناهکاربیشتر از برای نود و نه عادل که احتیاج به توبه ندارند.
8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
8یا کدام زن است که ده درهم داشته باشدهرگاه یک درهم گم شود، چراغی افروخته، خانه را جاروب نکند و به دقت تفحص ننماید تا آن رابیابد؟
9Καὶ εὑροῦσα συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας, λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
9و چون یافت دوستان و همسایگان خودرا جمع کرده میگوید با من شادی کنید زیرادرهم گمشده را پیدا کردهام.
10Οὕτω, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
10همچنین به شمامی گویم شادی برای فرشتگان خدا روی میدهدبهسبب یک خطاکار که توبه کند.»
11Εἶπε δέ, Ἄνθρωπός τις εἶχε δύο υἱούς·
11بازگفت: «شخصی را دو پسر بود.
12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
12روزی پسر کوچک به پدر خود گفت: ای پدر، رصداموالی که باید به من رسد، به من بده. پس اومایملک خود را بر این دو تقسیم کرد.
13Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.
13و چندی نگذشت که آن پسر کهتر، آنچه داشت جمع کرده، به ملکی بعید کوچ کرد و به عیاشی ناهنجار، سرمایه خود را تلف نمود.
14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
14و چون تمام راصرف نموده بود، قحطی سخت در آن دیارحادث گشت و او به محتاج شدن شروع کرد.
15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.
15پس رفته خود را به یکی از اهل آن ملک پیوست. وی او را به املاک خود فرستاد تاگرازبانی کند.
16Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
16و آرزو میداشت که شکم خودرا از خرنوبی که خوکان میخوردند سیر کند وهیچکس او را چیزی نمی داد.
17Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι·
17«آخر به خود آمده، گفت چقدر از مزدوران پدرم نان فراوان دارند و من از گرسنگی هلاک میشوم،
18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου·
18برخاسته نزد پدر خود میروم و بدوخواهم گفتای پدر به آسمان و به حضور تو گناه کردهام،
19καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
19و دیگر شایسته آن نیستم که پسر توخوانده شوم، مرا چون یکی از مزدوران خودبگیر.
20Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.
20در ساعت برخاسته به سوی پدر خودمتوجه شد. اما هنوز دور بود که پدرش او را دیده، ترحم نمود و دوان دوان آمده او را در آغوش خود کشیده، بوسید.
21Εἶπε δὲ αὐτῷ ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
21پسر وی را گفت، ای پدربه آسمان و به حضور تو گناه کردهام و بعد از این لایق آن نیستم که پسر تو خوانده شوم.
22Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας·
22لیکن پدر به غلامان خود گفت، جامه بهترین را از خانه آورده بدو بپوشانید و انگشتری بر دستش کنید ونعلین بر پایهایش،
23καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·
23و گوساله پرواری را آورده ذبح کنید تا بخوریم و شادی نماییم.
24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.
24زیرا که این پسر من مرده بود، زنده گردید و گم شده بود، یافت شد. پس به شادی کردن شروع نمودند.
25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν.
25اما پسر بزرگ او در مزرعه بود. چون آمده نزدیک به خانه رسید، صدای ساز و رقص راشنید.
26Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί εἴη ταῦτα.
26پس یکی از نوکران خود را طلبیده پرسید این چیست؟
27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
27به وی عرض کرد برادرت آمده و پدرت گوساله پرواری را ذبح کرده است زیرا که او را صحیح بازیافت.
28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
28ولی او خشم نموده نخواست به خانه درآید تا پدرش بیرون آمده به او التماس نمود.
29Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.
29اما او در جواب پدرخود گفت، اینک سالها است که من خدمت توکردهام و هرگز از حکم تو تجاوز نورزیده و هرگزبزغالهای به من ندادی تا با دوستان خود شادی کنم.
30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.
30لیکن چون این پسرت آمد که دولت تو رابا فاحشهها تلف کرده است، برای او گوساله پرواری را ذبح کردی.
31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.
31او وی را گفت، ای فرزند تو همیشه با من هستی و آنچه از آن من است، مال تو است.
32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη.
32ولی میبایست شادمانی کرد و مسرور شد زیرا که این برادر تو مرده بود، زنده گشت و گم شده بود، یافت گردید.»
Tip: use the ← and → keys to turn chapters.