ΑΠΟΚΑΛΥΨΙΣ
Chapter 20
Greek New Testament: Byz…
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειν τησ αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου
1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
2και εκρατησεν τον δρακοντα τον οφιν τον αρχαιον οσ εστιν διαβολοσ και ο σατανασ ο πλανων την οικουμενην ολην και εδησεν αυτον χιλια ετη
2καὶ ἐκράτησεν τὸν δράκοντα, ⸂ὁ ὄφις ὁ ἀρχαῖος⸃, ὅς ἐστιν Διάβολος καὶ ὁ ⸀Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
3και εβαλεν αυτον εισ την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανα ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη και μετα ταυτα δει αυτον λυθηναι μικρον χρονον
3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸀πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸀μετὰ ταῦτα δεῖ ⸂λυθῆναι αὐτὸν⸃ μικρὸν χρόνον.
4και ειδον θρονουσ και εκαθισαν επ αυτουσ και κριμα εδοθη αυτοισ και τασ ψυχασ των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινεσ ου προσεκυνησαν το θηριον ουδε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα του χριστου τα χιλια ετη
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπʼ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ ⸀χίλια ἔτη.
5και οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χιλια ετη αυτη η αναστασισ η πρωτη
5⸀οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
6μακαριοσ και αγιοσ ο εχων μεροσ εν τη αναστασει τη πρωτη επι τουτων ο δευτεροσ θανατοσ ουκ εχει εξουσιαν αλλ εσονται ιερεισ του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου χιλια ετη
6μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ ⸀χίλια ἔτη.
7και οταν τελεσθη τα χιλια ετη λυθησεται ο σατανασ εκ τησ φυλακησ αυτου
7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
8και εξελευσεται πλανησαι τα εθνη τα εν ταισ τεσσαρσιν γωνιαισ τησ γησ τον γωγ και τον μαγωγ συναγαγειν αυτουσ εισ τον πολεμον ων ο αριθμοσ ωσ η αμμοσ τησ θαλασσησ
8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ ⸀καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ⸀αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
9και ανεβησαν επι το πλατοσ τησ γησ και εκυκλωσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ εκ του ουρανου απο του θεου και κατεφαγεν αυτουσ
9καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ⸀ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ⸃ καὶ κατέφαγεν αὐτούς·
10και ο διαβολοσ ο πλανων αυτουσ εβληθη εισ την λιμνην του πυροσ και θειου οπου και το θηριον και ο ψευδοπροφητησ και βασανισθησονται ημερασ και νυκτοσ εισ τουσ αιωνασ των αιωνων
10καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11και ειδον θρονον μεγαν λευκον και τον καθημενον επ αυτον ου απο προσωπου εφυγεν η γη και ο ουρανοσ και τοποσ ουχ ευρεθη αυτοισ
11Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ⸂ἐπʼ αὐτοῦ⸃, οὗ ἀπὸ ⸀τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
12και ειδον τουσ νεκρουσ τουσ μεγαλουσ και τουσ μικρουσ εστωτασ ενωπιον του θρονου και βιβλια ηνεωχθησαν και αλλο βιβλιον ηνεωχθη ο εστιν τησ ζωησ και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοισ βιβλιοισ κατα τα εργα αυτων
12καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
13και εδωκεν η θαλασσα τουσ νεκρουσ τουσ εν αυτη και ο θανατοσ και ο αδησ εδωκαν τουσ νεκρουσ τουσ εν αυτοισ και εκριθησαν εκαστοσ κατα τα εργα αυτων
13καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
14και ο θανατοσ και ο αδησ εβληθησαν εισ την λιμνην του πυροσ ουτοσ ο θανατοσ ο δευτεροσ εστιν η λιμνη του πυροσ
14καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ ⸂θάνατος ὁ δεύτερός⸃ ἐστιν, ἡ λίμνη τοῦ πυρός.
15και ει τισ ουχ ευρεθη εν τω βιβλιω τησ ζωησ γεγραμμενοσ εβληθη εισ την λιμνην του πυροσ
15καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῇ βίβλῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Tip: use the ← and → keys to turn chapters.