ΑΠΟΚΑΛΥΨΙΣ
Chapter 14
Greek New Testament: Byz…
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1και ειδον και ιδου το αρνιον εστηκοσ επι το οροσ σιων και μετ αυτου αριθμοσ εκατον τεσσαρακοντα τεσσαρεσ χιλιαδεσ εχουσαι το ονομα αυτου και το ονομα του πατροσ αυτου γεγραμμενον επι των μετωπων αυτων
1Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ⸀ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ ⸀αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
2και ηκουσα φωνην εκ του ουρανου ωσ φωνην υδατων πολλων και ωσ φωνην βροντησ μεγαλησ και η φωνη ην ηκουσα ωσ κιθαρωδων κιθαριζοντων εν ταισ κιθαραισ αυτων
2καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3και αδουσιν ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεισ εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσαρακοντα τεσσαρεσ χιλιαδεσ οι ηγορασμενοι απο τησ γησ
3καὶ ᾄδουσιν ⸀ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι εισιν οι ακολουθουντεσ τω αρνιω οπου αν υπαγη ουτοι υπο ιησου ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω
4οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· ⸀οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ⸀ὑπάγῃ· ⸁οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
5και ουχ ευρεθη εν τω στοματι αυτων ψευδοσ αμωμοι γαρ εισιν
5καὶ ⸂ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη⸃ ψεῦδος· ⸀ἄμωμοί εἰσιν.
6και ειδον αγγελον πετομενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι τουσ καθημενουσ επι τησ γησ και επι παν εθνοσ και φυλην και γλωσσαν και λαον
6Καὶ εἶδον ⸀ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ⸀ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7λεγων εν φωνη μεγαλη φοβηθητε τον κυριον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα τησ κρισεωσ αυτου και προσκυνησατε αυτον τον ποιησαντα τον ουρανον και την γην και την θαλασσαν και πηγασ υδατων
7λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν ⸀θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε ⸂τῷ ποιήσαντι⸃ τὸν οὐρανὸν καὶ τὴν γῆν ⸀καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
8και αλλοσ δευτεροσ αγγελοσ ηκολουθησεν λεγων επεσεν βαβυλων η μεγαλη εκ του οινου του θυμου τησ πορνειασ αυτησ πεποτικεν παντα τα εθνη
8Καὶ ἄλλος ⸂δεύτερος ἄγγελος⸃ ἠκολούθησεν λέγων· Ἔπεσεν, ⸀ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ⸀ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
9και αλλοσ αγγελοσ τριτοσ ηκολουθησεν αυτοισ λεγων εν φωνη μεγαλη ει τισ προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου
9Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10και αυτοσ πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω τησ οργησ αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου
10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ⸂ἀγγέλων ἁγίων⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου.
11και ο καπνοσ του βασανισμου αυτων εισ αιωνασ αιωνων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερασ και νυκτοσ οι προσκυνουντεσ το θηριον και την εικονα αυτου και ει τισ λαμβανει το χαραγμα του ονοματοσ αυτου
11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12ωδε η υπομονη των αγιων εστιν οι τηρουντεσ τασ εντολασ του θεου και την πιστιν ιησου
12Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13και ηκουσα φωνησ εκ του ουρανου λεγουσησ γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντεσ απ αρτι λεγει ναι το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων
13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπʼ ἄρτι. ⸂ναί, λέγει⸃ τὸ πνεῦμα, ἵνα ⸀ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ ⸀γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν.
14και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενον ομοιον υιω ανθρωπου εχων επι τησ κεφαλησ αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ
14Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
15και αλλοσ αγγελοσ εξηλθεν εκ του ναου κραζων εν φωνη μεγαλη τω καθημενω επι τησ νεφελησ πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν η ωρα θερισαι οτι εξηρανθη ο θερισμοσ τησ γησ
15καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16και εβαλεν ο καθημενοσ επι την νεφελην το δρεπανον αυτου επι την γην και εθερισθη η γη
16καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ ⸂τῆς νεφέλης⸃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17και αλλοσ αγγελοσ εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτοσ δρεπανον οξυ
17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18και αλλοσ αγγελοσ εξηλθεν εκ του θυσιαστηριου εχων εξουσιαν επι του πυροσ και εφωνησεν κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τουσ βοτρυασ τησ αμπελου τησ γησ οτι ηκμασαν αι σταφυλαι αυτησ
18καὶ ἄλλος ⸀ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ⸀ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν ⸀φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
19και εβαλεν ο αγγελοσ το δρεπανον αυτου εισ την γην και ετρυγησεν την αμπελον τησ γησ και εβαλεν εισ την ληνον του θυμου του θεου τον μεγαν
19καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
20και επατηθη η ληνοσ εξωθεν τησ πολεωσ και εξηλθεν αιμα εκ τησ ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων
20καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Tip: use the ← and → keys to turn chapters.