ΑΠΟΚΑΛΥΨΙΣ 16
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1και ηκουσα φωνησ μεγαλησ εκ του ναου λεγουσησ τοισ επτα αγγελοισ υπαγετε και εκχεατε τασ επτα φιαλασ του θυμου του θεου εισ την γην
1Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.¶
2και απηλθεν ο πρωτοσ και εξεχεεν την φιαλην αυτου εισ την γην και εγενετο ελκοσ κακον και πονηρον επι τουσ ανθρωπουσ τουσ εχοντασ το χαραγμα του θηριου και τουσ προσκυνουντασ τη εικονι αυτου
2Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.¶
3και ο δευτεροσ αγγελοσ εξεχεεν την φιαλην αυτου εισ την θαλασσαν και εγενετο αιμα ωσ νεκρου και πασα ψυχη ζωσα απεθανεν εν τη θαλασση
3Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν ἐν τῇ θαλάσσῃ.¶
4και ο τριτοσ εξεχεεν την φιαλην αυτου εισ τουσ ποταμουσ και εισ τασ πηγασ των υδατων και εγενετο αιμα
4Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα.
5και ηκουσα του αγγελου των υδατων λεγοντοσ δικαιοσ ει ο ων και ο ην ο οσιοσ οτι ταυτα εκρινασ
5καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας,
6οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοισ εδωκασ πιειν αξιοι εισιν
6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν.¶
7και ηκουσα του θυσιαστηριου λεγοντοσ ναι κυριε ο θεοσ ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεισ σου
7Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναὶ κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.¶
8και ο τεταρτοσ αγγελοσ εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι εν πυρι τουσ ανθρωπουσ
8Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
9και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν οι ανθρωποι το ονομα του θεου του εχοντοσ εξουσιαν επι τασ πληγασ ταυτασ και ου μετενοησαν δουναι αυτω δοξαν
9καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.¶
10και ο πεμπτοσ εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τασ γλωσσασ αυτων εκ του πονου
10Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου
11και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
11καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.¶
12και ο εκτοσ εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδοσ των βασιλεων των απο ανατολησ ηλιου
12Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.¶
13και ειδον εκ του στοματοσ του δρακοντοσ και εκ του στοματοσ του θηριου και εκ του στοματοσ του ψευδοπροφητου πνευματα ακαθαρτα τρια ωσ βατραχοι
13Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι.
14εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τουσ βασιλεισ τησ οικουμενησ ολησ συναγαγειν αυτουσ εισ τον πολεμον τησ ημερασ εκεινησ τησ μεγαλησ του θεου του παντοκρατοροσ
14εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος.
15ιδου ερχομαι ωσ κλεπτησ μακαριοσ ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνοσ περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
15ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.
16και συνηγαγεν αυτουσ εισ τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων
16καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.¶
17και ο εβδομοσ εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη απο του ναου του ουρανου απο του θρονου λεγουσα γεγονεν
17Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονεν.
18και εγενοντο αστραπαι και βρονται και φωναι και σεισμοσ μεγασ οιοσ ουκ εγενετο αφ ου οι ανθρωποι εγενοντο επι τησ γησ τηλικουτοσ σεισμοσ ουτωσ μεγασ
18καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19και εγενετο η πολισ η μεγαλη εισ τρια μερη και αι πολεισ των εθνων επεσον και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου τησ οργησ αυτου
19καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20και πασα νησοσ εφυγεν και ορη ουχ ευρεθησαν
20καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
21και χαλαζα μεγαλη ωσ ταλαντιαια καταβαινει εκ του ουρανου επι τουσ ανθρωπουσ και εβλασφημησαν οι ανθρωποι τον θεον εκ τησ πληγησ τησ χαλαζησ οτι μεγαλη εστιν η πληγη αυτησ σφοδρα
21καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους. καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.¶
Tip: use the ← and → keys to turn chapters.