ΑΠΟΚΑΛΥΨΙΣ 12
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1και σημειον μεγα ωφθη εν τω ουρανω γυνη περιβεβλημενη τον ηλιον και η σεληνη υποκατω των ποδων αυτησ και επι τησ κεφαλησ αυτησ στεφανοσ αστερων δωδεκα
1Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
2και εν γαστρι εχουσα εκραζεν ωδινουσα και βασανιζομενη τεκειν
2καὶ ἐν γαστρὶ ἔχουσα, κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.¶
3και ωφθη αλλο σημειον εν τω ουρανω και ιδου δρακων πυροσ μεγασ εχων κεφαλασ επτα και κερατα δεκα και επι τασ κεφαλασ αυτου επτα διαδηματα
3Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρὸς ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
4και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου και εβαλεν αυτουσ εισ την γην και ο δρακων εστηκεν ενωπιον τησ γυναικοσ τησ μελλουσησ τεκειν ινα οταν τεκη το τεκνον αυτησ καταφαγη
4καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.
5και ετεκεν υιον αρρενα οσ μελλει ποιμαινειν παντα τα εθνη εν ραβδω σιδηρα και ηρπασθη το τεκνον αυτησ προσ τον θεον και προσ τον θρονον αυτου
5καὶ ἔτεκεν υἱὸν ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
6και η γυνη εφυγεν εισ την ερημον οπου εχει εκει τοπον ητοιμασμενον υπο του θεου ινα εκει εκτρεφωσιν αυτην ημερασ χιλιασ διακοσιασ εξηκοντα
6καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.¶
7και εγενετο πολεμοσ εν τω ουρανω ο μιχαηλ και οι αγγελοι αυτου πολεμησαι μετα του δρακοντοσ και ο δρακων επολεμησεν και οι αγγελοι αυτου
7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ
8και ουκ ισχυσεν ουδε τοποσ ευρεθη αυτω ετι εν τω ουρανω
8καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.
9και εβληθη ο δρακων ο μεγασ ο οφισ ο αρχαιοσ ο καλουμενοσ διαβολοσ και σατανασ ο πλανων την οικουμενην ολην εβληθη εισ την γην και οι αγγελοι αυτου μετ αυτου εβληθησαν
9καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ ὁ Σατανᾶς ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν.
10και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν αρτι εγενετο η σωτηρια και η δυναμισ και η βασιλεια του θεου ημων και η εξουσια του χριστου αυτου οτι εβληθη ο κατηγοροσ των αδελφων ημων ο κατηγορων αυτων ενωπιον του θεου ημων ημερασ και νυκτοσ
10καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
11και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον τησ μαρτυριασ αυτων και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου
11καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
12δια τουτο ευφραινεσθε ουρανοι και οι εν αυτοισ σκηνουντεσ ουαι τη γη και τη θαλασση οτι κατεβη ο διαβολοσ προσ υμασ εχων θυμον μεγαν ειδωσ οτι ολιγον καιρον εχει
12διὰ τοῦτο εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.¶
13και οτε ειδεν ο δρακων οτι εβληθη εισ την γην εδιωξεν την γυναικα ητισ ετεκεν τον αρρενα
13Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα.
14και εδοθησαν τη γυναικι δυο πτερυγεσ του αετου του μεγαλου ινα πετηται εισ την ερημον εισ τον τοπον αυτησ οπωσ τρεφηται εκει καιρον και καιρουσ και ημισυ καιρου απο προσωπου του οφεωσ
14καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
15και εβαλεν ο οφισ εκ του στοματοσ αυτου οπισω τησ γυναικοσ υδωρ ωσ ποταμον ινα αυτην ποταμοφορητον ποιηση
15καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
16και εβοηθησεν η γη τη γυναικι και ηνοιξεν η γη το στομα αυτησ και κατεπιεν τον ποταμον ον εβαλεν ο δρακων εκ του στοματοσ αυτου
16καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικὶ καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
17και ωργισθη ο δρακων επι τη γυναικι και απηλθεν ποιησαι πολεμον μετα των λοιπων του σπερματοσ αυτησ των τηρουντων τασ εντολασ του θεου και εχοντων την μαρτυριαν ιησου
17καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ
Tip: use the ← and → keys to turn chapters.