ΚΑΤΑ ΜΑΡΚΟΝ 9
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1και ελεγεν αυτοισ αμην λεγω υμιν οτι εισιν τινεσ των ωδε εστηκοτων οιτινεσ ου μη γευσωνται θανατου εωσ αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει
1Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.¶
2και μεθ ημερασ εξ παραλαμβανει ο ιησουσ τον πετρον και τον ιακωβον και ιωαννην και αναφερει αυτουσ εισ οροσ υψηλον κατ ιδιαν μονουσ και μετεμορφωθη εμπροσθεν αυτων
2Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3και τα ιματια αυτου εγενοντο στιλβοντα λευκα λιαν ωσ χιων οια γναφευσ επι τησ γησ ου δυναται λευκαναι
3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.
4και ωφθη αυτοισ ηλιασ συν μωση και ησαν συλλαλουντεσ τω ιησου
4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
5και αποκριθεισ ο πετροσ λεγει τω ιησου ραββι καλον εστιν ημασ ωδε ειναι και ποιησωμεν σκηνασ τρεισ σοι μιαν και μωση μιαν και ηλια μιαν
5καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν·
6ου γαρ ηδει τι λαλησει ησαν γαρ εκφοβοι
6οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι γὰρ ἐγένοντο.¶
7και εγενετο νεφελη επισκιαζουσα αυτοισ και ηλθεν φωνη εκ τησ νεφελησ ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ αυτου ακουετε
7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· ἀκούετε αὐτοῦ.
8και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον ιησουν μονον μεθ εαυτων
8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.¶
9καταβαινοντων δε αυτων απο του ορουσ διεστειλατο αυτοισ ινα μηδενι διηγησωνται α ειδον ει μη οταν ο υιοσ του ανθρωπου εκ νεκρων αναστη
9καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10και τον λογον εκρατησαν προσ εαυτουσ συζητουντεσ τι εστιν το εκ νεκρων αναστηναι
10καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11και επηρωτων αυτον λεγοντεσ οτι λεγουσιν οι γραμματεισ οτι ηλιαν δει ελθειν πρωτον
11καὶ ἐπηρώτων αὐτὸν λέγοντες· ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
12ο δε αποκριθεισ ειπεν αυτοισ ηλιασ μεν ελθων πρωτον αποκαθιστα παντα και πωσ γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενωθη
12ὁ δὲ ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ.
13αλλα λεγω υμιν οτι και ηλιασ εληλυθεν και εποιησαν αυτω οσα ηθελησαν καθωσ γεγραπται επ αυτον
13ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ᾽ αὐτόν.¶
14και ελθων προσ τουσ μαθητασ ειδεν οχλον πολυν περι αυτουσ και γραμματεισ συζητουντασ αυτοισ
14Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας αὐτούς.
15και ευθεωσ πασ ο οχλοσ ιδων αυτον εξεθαμβηθη και προστρεχοντεσ ησπαζοντο αυτον
15καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16και επηρωτησεν τουσ γραμματεισ τι συζητειτε προσ αυτουσ
16καὶ ἐπηρώτησεν αὐτούς τί συζητεῖτε πρὸς αὐτούς;¶
17και αποκριθεισ εισ εκ του οχλου ειπεν διδασκαλε ηνεγκα τον υιον μου προσ σε εχοντα πνευμα αλαλον
17Καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ ὄχλου διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σὲ ἔχοντα πνεῦμα ἄλαλον.
18και οπου αν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τουσ οδοντασ αυτου και ξηραινεται και ειπον τοισ μαθηταισ σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν
18καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται. καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.¶
19ο δε αποκριθεισ αυτω λεγει ω γενεα απιστοσ εωσ ποτε προσ υμασ εσομαι εωσ ποτε ανεξομαι υμων φερετε αυτον προσ με
19Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
20και ηνεγκαν αυτον προσ αυτον και ιδων αυτον ευθεωσ το πνευμα εσπαραξεν αυτον και πεσων επι τησ γησ εκυλιετο αφριζων
20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21και επηρωτησεν τον πατερα αυτου ποσοσ χρονοσ εστιν ωσ τουτο γεγονεν αυτω ο δε ειπεν παιδιοθεν
21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· παιδιόθεν.
22και πολλακισ αυτον και εισ το πυρ εβαλεν και εισ υδατα ινα απολεση αυτον αλλ ει τι δυνασαι βοηθησον ημιν σπλαγχνισθεισ εφ ημασ
22καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι δύνῃ, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς.¶
23ο δε ιησουσ ειπεν αυτω το ει δυνασαι πιστευσαι παντα δυνατα τω πιστευοντι
23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τὸ εἰ δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι.
24και ευθεωσ κραξασ ο πατηρ του παιδιου μετα δακρυων ελεγεν πιστευω κυριε βοηθει μου τη απιστια
24εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ.¶
25ιδων δε ο ιησουσ οτι επισυντρεχει οχλοσ επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το πνευμα το αλαλον και κωφον εγω σοι επιτασσω εξελθε εξ αυτου και μηκετι εισελθησ εισ αυτον
25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι· ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26και κραξαν και πολλα σπαραξαν αυτον εξηλθεν και εγενετο ωσει νεκροσ ωστε πολλουσ λεγειν οτι απεθανεν
26καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν, καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27ο δε ιησουσ κρατησασ αυτον τησ χειροσ ηγειρεν αυτον και ανεστη
27ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.¶
28και εισελθοντα αυτον εισ οικον οι μαθηται αυτου επηρωτων αυτον κατ ιδιαν οτι ημεισ ουκ ηδυνηθημεν εκβαλειν αυτο
28Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν· ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29και ειπεν αυτοισ τουτο το γενοσ εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη και νηστεια
29καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ
30και εκειθεν εξελθοντεσ παρεπορευοντο δια τησ γαλιλαιασ και ουκ ηθελεν ινα τισ γνω
30Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
31εδιδασκεν γαρ τουσ μαθητασ αυτου και ελεγεν αυτοισ οτι ο υιοσ του ανθρωπου παραδιδοται εισ χειρασ ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεισ τη τριτη ημερα αναστησεται
31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
32οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι
32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.¶
33και ηλθεν εισ καπερναουμ και εν τη οικια γενομενοσ επηρωτα αυτουσ τι εν τη οδω προσ εαυτουσ διελογιζεσθε
33Καὶ ἦλθον εἰς Καφαρναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
34οι δε εσιωπων προσ αλληλουσ γαρ διελεχθησαν εν τη οδω τισ μειζων
34οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.¶
35και καθισασ εφωνησεν τουσ δωδεκα και λεγει αυτοισ ει τισ θελει πρωτοσ ειναι εσται παντων εσχατοσ και παντων διακονοσ
35Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενοσ αυτο ειπεν αυτοισ
36καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37οσ εαν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου εμε δεχεται και οσ εαν εμε δεξηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με
37ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.¶
38απεκριθη δε αυτω ιωαννησ λεγων διδασκαλε ειδομεν τινα τω ονοματι σου εκβαλλοντα δαιμονια οσ ουκ ακολουθει ημιν και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει ημιν
38Ἔφη αὐτῷ ὁ Ἰωάννης· διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἠκολούθει ἡμῖν.¶
39ο δε ιησουσ ειπεν μη κωλυετε αυτον ουδεισ γαρ εστιν οσ ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με
39Ὁ δὲ Ἰησοῦς εἶπεν· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
40οσ γαρ ουκ εστιν καθ υμων υπερ υμων εστιν
40ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.
41οσ γαρ αν ποτιση υμασ ποτηριον υδατοσ εν ονοματι μου οτι χριστου εστε αμην λεγω υμιν ου μη απολεση τον μισθον αυτου
41ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42και οσ εαν σκανδαλιση ενα των μικρων των πιστευοντων εισ εμε καλον εστιν αυτω μαλλον ει περικειται λιθοσ μυλικοσ περι τον τραχηλον αυτου και βεβληται εισ την θαλασσαν
42καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43και εαν σκανδαλιζη σε η χειρ σου αποκοψον αυτην καλον σοι εστιν κυλλον εισ την ζωην εισελθειν η τασ δυο χειρασ εχοντα απελθειν εισ την γεενναν εισ το πυρ το ασβεστον
43καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον.
44οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
no verse 44 in this text
45και εαν ο πουσ σου σκανδαλιζη σε αποκοψον αυτον καλον εστιν σοι εισελθειν εισ την ζωην χωλον η τουσ δυο ποδασ εχοντα βληθηναι εισ την γεενναν εισ το πυρ το ασβεστον
45καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
46οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
no verse 46 in this text
47και εαν ο οφθαλμοσ σου σκανδαλιζη σε εκβαλε αυτον καλον σοι εστιν μονοφθαλμον εισελθειν εισ την βασιλειαν του θεου η δυο οφθαλμουσ εχοντα βληθηναι εισ την γεενναν του πυροσ
47καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
48οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
48ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49πασ γαρ πυρι αλισθησεται και πασα θυσια αλι αλισθησεται
49πᾶς γὰρ πυρὶ ἁλισθήσεται
50καλον το αλασ εαν δε το αλασ αναλον γενηται εν τινι αυτο αρτυσετε εχετε εν εαυτοισ αλασ και ειρηνευετε εν αλληλοισ
50καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.¶
Tip: use the ← and → keys to turn chapters.