ΚΑΤΑ ΜΑΡΚΟΝ 11
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1και οτε εγγιζουσιν εισ ιερουσαλημ εισ βηθσφαγη και βηθανιαν προσ το οροσ των ελαιων αποστελλει δυο των μαθητων αυτου
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2και λεγει αυτοισ υπαγετε εισ την κωμην την κατεναντι υμων και ευθεωσ εισπορευομενοι εισ αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεισ ανθρωπων κεκαθικεν λυσαντεσ αυτον αγαγετε
2καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν φέρετε.
3και εαν τισ υμιν ειπη τι ποιειτε τουτο ειπατε οτι ο κυριοσ αυτου χρειαν εχει και ευθεωσ αυτον αποστελλει ωδε
3καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει ὧδε.
4απηλθον δε και ευρον πωλον δεδεμενον προσ την θυραν εξω επι του αμφοδου και λυουσιν αυτον
4ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν.
5και τινεσ των εκει εστηκοτων ελεγον αυτοισ τι ποιειτε λυοντεσ τον πωλον
5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6οι δε ειπον αυτοισ καθωσ ενετειλατο ο ιησουσ και αφηκαν αυτουσ
6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7και ηγαγον τον πωλον προσ τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων και εκαθισεν επ αυτω
7καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν.
8πολλοι δε τα ιματια αυτων εστρωσαν εισ την οδον αλλοι δε στοιβαδασ εκοπτον εκ των δενδρων και εστρωννυον εισ την οδον
8πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν
9και οι προαγοντεσ και οι ακολουθουντεσ εκραζον λεγοντεσ ωσαννα ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου
9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
10ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατροσ ημων δαυιδ ωσαννα εν τοισ υψιστοισ
10εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.¶
11και εισηλθεν εισ ιεροσολυμα ο ιησουσ και εισ το ιερον και περιβλεψαμενοσ παντα οψιασ ηδη ουσησ τησ ωρασ εξηλθεν εισ βηθανιαν μετα των δωδεκα
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν, καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.¶
12και τη επαυριον εξελθοντων αυτων απο βηθανιασ επεινασεν
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13και ιδων συκην μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα ευρησει τι εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ου γαρ ην καιροσ συκων
13καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ. καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· γὰρ καιρὸς οὐκ ἦν σύκων.
14και αποκριθεισ ο ιησουσ ειπεν αυτη μηκετι εκ σου εισ τον αιωνα μηδεισ καρπον φαγοι και ηκουον οι μαθηται αυτου
14καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15και ερχονται εισ ιεροσολυμα και εισελθων ο ιησουσ εισ το ιερον ηρξατο εκβαλλειν τουσ πωλουντασ και αγοραζοντασ εν τω ιερω και τασ τραπεζασ των κολλυβιστων και τασ καθεδρασ των πωλουντων τασ περιστερασ κατεστρεψεν
15καὶ ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16και ουκ ηφιεν ινα τισ διενεγκη σκευοσ δια του ιερου
16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
17και εδιδασκεν λεγων αυτοισ ου γεγραπται οτι ο οικοσ μου οικοσ προσευχησ κληθησεται πασιν τοισ εθνεσιν υμεισ δε εποιησατε αυτον σπηλαιον ληστων
17καὶ ἐδίδασκεν ἔλεγεν αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.¶
18και ηκουσαν οι γραμματεισ και οι αρχιερεισ και εζητουν πωσ αυτον απολεσωσιν εφοβουντο γαρ αυτον οτι πασ ο οχλοσ εξεπλησσετο επι τη διδαχη αυτου
18Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.¶
19και οτε οψε εγενετο εξεπορευετο εξω τησ πολεωσ
19Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20και πρωι παραπορευομενοι ειδον την συκην εξηραμμενην εκ ριζων
20καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21και αναμνησθεισ ο πετροσ λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται
21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.¶
22και αποκριθεισ ο ιησουσ λεγει αυτοισ εχετε πιστιν θεου
22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν θεοῦ.
23αμην γαρ λεγω υμιν οτι οσ αν ειπη τω ορει τουτω αρθητι και βληθητι εισ την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη
23ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ
24δια τουτο λεγω υμιν παντα οσα αν προσευχομενοι αιτησθε πιστευετε οτι λαμβανετε και εσται υμιν
24διὰ τοῦτο λέγω ὑμῖν· πάντα ὅσα προσεύχεσθε αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25και οταν στηκητε προσευχομενοι αφιετε ει τι εχετε κατα τινοσ ινα και ο πατηρ υμων ο εν τοισ ουρανοισ αφη υμιν τα παραπτωματα υμων
25καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26ει δε υμεισ ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοισ ουρανοισ αφησει τα παραπτωματα υμων
no verse 26 in this text
27και ερχονται παλιν εισ ιεροσολυμα και εν τω ιερω περιπατουντοσ αυτου ερχονται προσ αυτον οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεισ και τισ σοι την εξουσιαν ταυτην εδωκεν ινα ταυτα ποιησ
28καὶ ἔλεγον αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29ο δε ιησουσ αποκριθεισ ειπεν αυτοισ επερωτησω υμασ και εγω ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω
29ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι
30τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31και ελογιζοντο προσ εαυτουσ λεγοντεσ εαν ειπωμεν εξ ουρανου ερει δια τι ουν ουκ επιστευσατε αυτω
31καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32αλλ ειπωμεν εξ ανθρωπων εφοβουντο τον λαον απαντεσ γαρ ειχον τον ιωαννην οτι οντωσ προφητησ ην
32ἀλλ᾽ εἴπωμεν· ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν ὄχλον· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
33και αποκριθεντεσ λεγουσιν τω ιησου ουκ οιδαμεν και ο ιησουσ αποκριθεισ λεγει αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.¶
Tip: use the ← and → keys to turn chapters.