ΚΑΤΑ ΜΑΡΚΟΝ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1και ηλθον εισ το περαν τησ θαλασσησ εισ την χωραν των γαδαρηνων
1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν.
2και εξελθοντι αυτω εκ του πλοιου ευθεωσ απηντησεν αυτω εκ των μνημειων ανθρωποσ εν πνευματι ακαθαρτω
2καὶ ⸂ἐξελθόντος αὐτοῦ⸃ ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3οσ την κατοικησιν ειχεν εν τοισ μνημασιν και ουτε αλυσεσιν ουδεισ εδυνατο αυτον δησαι
3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι⸃ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
4δια το αυτον πολλακισ πεδαισ και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τασ αλυσεισ και τασ πεδασ συντετριφθαι και ουδεισ αυτον ισχυεν δαμασαι
4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν⸃ δαμάσαι·
5και δια παντοσ νυκτοσ και ημερασ εν τοισ ορεσιν και εν τοισ μνημασιν ην κραζων και κατακοπτων εαυτον λιθοισ
5καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν⸃ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6ιδων δε τον ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτω
6⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ⸀αὐτόν,
7και κραξασ φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισησ
7καὶ κράξας φωνῇ μεγάλῃ ⸀λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
8ελεγεν γαρ αυτω εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου
8ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9και επηρωτα αυτον τι σοι ονομα και απεκριθη λεγων λεγεων ονομα μοι οτι πολλοι εσμεν
9καὶ ἐπηρώτα αὐτόν· Τί ⸂ὄνομά σοι⸃; καὶ ⸂λέγει αὐτῷ⸃· ⸀Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·
10και παρεκαλει αυτον πολλα ινα μη αυτουσ αποστειλη εξω τησ χωρασ
10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
11ην δε εκει προσ τω ορει αγελη χοιρων μεγαλη βοσκομενη
11ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
12και παρεκαλεσαν αυτον παντεσ οι δαιμονεσ λεγοντεσ πεμψον ημασ εισ τουσ χοιρουσ ινα εισ αυτουσ εισελθωμεν
12καὶ παρεκάλεσαν ⸀αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
13και επετρεψεν αυτοισ ευθεωσ ο ιησουσ και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εισ τουσ χοιρουσ και ωρμησεν η αγελη κατα του κρημνου εισ την θαλασσαν ησαν δε ωσ δισχιλιοι και επνιγοντο εν τη θαλασση
13καὶ ἐπέτρεψεν ⸀αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14οι δε βοσκοντεσ τουσ χοιρουσ εφυγον και ανηγγειλαν εισ την πολιν και εισ τουσ αγρουσ και εξηλθον ιδειν τι εστιν το γεγονοσ
14⸂Καὶ οἱ⸃ βόσκοντες ⸀αὐτοὺς ἔφυγον καὶ ⸀ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15και ερχονται προσ τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον και ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγεωνα και εφοβηθησαν
15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ⸀καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα, καὶ ἐφοβήθησαν.
16διηγησαντο δε αυτοισ οι ιδοντεσ πωσ εγενετο τω δαιμονιζομενω και περι των χοιρων
16⸂καὶ διηγήσαντο⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων
17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18και εμβαντοσ αυτου εισ το πλοιον παρεκαλει αυτον ο δαιμονισθεισ ινα η μετ αυτου
18καὶ ⸀ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ⸂μετʼ αὐτοῦ ᾖ⸃.
19ο δε ιησουσ ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εισ τον οικον σου προσ τουσ σουσ και αναγγειλον αυτοισ οσα σοι ο κυριοσ πεποιηκεν και ηλεησεν σε
19⸀καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλον αὐτοῖς ὅσα ⸂ὁ κύριός σοι⸃ πεποίηκεν καὶ ἠλέησέν σε.
20και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησουσ και παντεσ εθαυμαζον
20καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21και διαπερασαντοσ του ιησου εν τω πλοιω παλιν εισ το περαν συνηχθη οχλοσ πολυσ επ αυτον και ην παρα την θαλασσαν
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
22και ιδου ερχεται εισ των αρχισυναγωγων ονοματι ιαειροσ και ιδων αυτον πιπτει προσ τουσ ποδασ αυτου
22⸀καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23και παρεκαλει αυτον πολλα λεγων οτι το θυγατριον μου εσχατωσ εχει ινα ελθων επιθησ αυτη τασ χειρασ οπωσ σωθη και ζησεται
23καὶ ⸀παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ⸃ ⸀ἵνα σωθῇ καὶ ⸀ζήσῃ.
24και απηλθεν μετ αυτου και ηκολουθει αυτω οχλοσ πολυσ και συνεθλιβον αυτον
24καὶ ἀπῆλθεν μετʼ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25και γυνη τισ ουσα εν ρυσει αιματοσ ετη δωδεκα
25καὶ ⸀γυνὴ οὖσα ἐν ῥύσει αἵματος ⸂δώδεκα ἔτη⸃
26και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ αυτησ παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εισ το χειρον ελθουσα
26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
27ακουσασα περι του ιησου ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου
27⸀ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28ελεγεν γαρ οτι καν των ιματιων αυτου αψωμαι σωθησομαι
28ἔλεγεν γὰρ ὅτι ⸂Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ⸃ σωθήσομαι.
29και ευθεωσ εξηρανθη η πηγη του αιματοσ αυτησ και εγνω τω σωματι οτι ιαται απο τησ μαστιγοσ
29καὶ ⸀εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30και ευθεωσ ο ιησουσ επιγνουσ εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεισ εν τω οχλω ελεγεν τισ μου ηψατο των ιματιων
30καὶ ⸀εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων;
31και ελεγον αυτω οι μαθηται αυτου βλεπεισ τον οχλον συνθλιβοντα σε και λεγεισ τισ μου ηψατο
31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο;
32και περιεβλεπετο ιδειν την τουτο ποιησασαν
32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν επ αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν
33ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ⸀αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34ο δε ειπεν αυτη θυγατερ η πιστισ σου σεσωκεν σε υπαγε εισ ειρηνην και ισθι υγιησ απο τησ μαστιγοσ σου
34ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35ετι αυτου λαλουντοσ ερχονται απο του αρχισυναγωγου λεγοντεσ οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεισ τον διδασκαλον
35Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
36ο δε ιησουσ ευθεωσ ακουσασ τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε
36ὁ δὲ Ἰησοῦς ⸀παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε.
37και ουκ αφηκεν ουδενα αυτω συνακολουθησαι ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου
37καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂μετʼ αὐτοῦ⸃ συνακολουθῆσαι εἰ μὴ ⸀τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
38και ερχεται εισ τον οικον του αρχισυναγωγου και θεωρει θορυβον κλαιοντασ και αλαλαζοντασ πολλα
38καὶ ⸀ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
39και εισελθων λεγει αυτοισ τι θορυβεισθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει
39καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
40και κατεγελων αυτου ο δε εκβαλων παντασ παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τουσ μετ αυτου και εισπορευεται οπου ην το παιδιον ανακειμενον
40καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον·
41και κρατησασ τησ χειροσ του παιδιου λεγει αυτη ταλιθα κουμι ο εστιν μεθερμηνευομενον το κορασιον σοι λεγω εγειραι
41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε.
42και ευθεωσ ανεστη το κορασιον και περιεπατει ην γαρ ετων δωδεκα και εξεστησαν εκστασει μεγαλη
42καὶ ⸀εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺς ἐκστάσει μεγάλῃ.
43και διεστειλατο αυτοισ πολλα ινα μηδεισ γνω τουτο και ειπεν δοθηναι αυτη φαγειν
43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
Tip: use the ← and → keys to turn chapters.