ΚΑΤΑ ΜΑΡΚΟΝ 15
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1και ευθεωσ επι το πρωι συμβουλιον ποιησαντεσ οι αρχιερεισ μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντεσ τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω
1Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ.
2και επηρωτησεν αυτον ο πιλατοσ συ ει ο βασιλευσ των ιουδαιων ο δε αποκριθεισ ειπεν αυτω συ λεγεισ
2καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις.
3και κατηγορουν αυτου οι αρχιερεισ πολλα
3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
4ο δε πιλατοσ παλιν επηρωτησεν αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου καταμαρτυρουσιν
4ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν.
5ο δε ιησουσ ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον
5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
6κατα δε εορτην απελυεν αυτοισ ενα δεσμιον ονπερ ητουντο
6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο⸃.
7ην δε ο λεγομενοσ βαραββασ μετα των συστασιαστων δεδεμενοσ οιτινεσ εν τη στασει φονον πεποιηκεισαν
7ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8και αναβοησασ ο οχλοσ ηρξατο αιτεισθαι καθωσ αει εποιει αυτοισ
8καὶ ⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς ἐποίει αὐτοῖς.
9ο δε πιλατοσ απεκριθη αυτοισ λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων
9ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεισ
10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11οι δε αρχιερεισ ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοισ
11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12ο δε πιλατοσ αποκριθεισ παλιν ειπεν αυτοισ τι ουν θελετε ποιησω ον λεγετε βασιλεα των ιουδαιων
12ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν ⸀θέλετε ποιήσω ⸂ὃν λέγετε⸃ ⸀τὸν βασιλέα τῶν Ἰουδαίων;
13οι δε παλιν εκραξαν σταυρωσον αυτον
13οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν.
14ο δε πιλατοσ ελεγεν αυτοισ τι γαρ κακον εποιησεν οι δε περισσοτερωσ εκραξαν σταυρωσον αυτον
14ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν⸃; οἱ δὲ ⸀περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν.
15ο δε πιλατοσ βουλομενοσ τω οχλω το ικανον ποιησαι απελυσεν αυτοισ τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσασ ινα σταυρωθη
15ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16οι δε στρατιωται απηγαγον αυτον εσω τησ αυλησ ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν
16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
17και ενδυουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντεσ ακανθινον στεφανον
17καὶ ⸀ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
18και ηρξαντο ασπαζεσθαι αυτον χαιρε ο βασιλευσ των ιουδαιων
18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων·
19και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντεσ τα γονατα προσεκυνουν αυτω
19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια τα ιδια και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον
20καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια⸃. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιν αὐτόν.
21και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου
21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22και φερουσιν αυτον επι γολγοθα τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοποσ
22καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸀τὸν ⸀Γολγοθᾶν τόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενον Κρανίου Τόπος.
23και εδιδουν αυτω πιειν εσμυρνισμενον οινον ο δε ουκ ελαβεν
23καὶ ἐδίδουν ⸀αὐτῷ ἐσμυρνισμένον οἶνον, ⸀ὃς δὲ οὐκ ἔλαβεν.
24και σταυρωσαντεσ αυτον διαμεριζονται τα ιματια αυτου βαλλοντεσ κληρον επ αυτα τισ τι αρη
24καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ⸃ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ τίς τί ἄρῃ.
25ην δε ωρα τριτη και εσταυρωσαν αυτον
25Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
26και ην η επιγραφη τησ αιτιασ αυτου επιγεγραμμενη ο βασιλευσ των ιουδαιων
26καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27και συν αυτω σταυρουσιν δυο ληστασ ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου
27καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ.
28και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη
no verse 28 in this text
29και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντεσ τασ κεφαλασ αυτων και λεγοντεσ ουα ο καταλυων τον ναον και εν τρισιν ημεραισ οικοδομων
29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις⸃,
30σωσον σεαυτον και καταβα απο του σταυρου
30σῶσον σεαυτὸν ⸀καταβὰς ἀπὸ τοῦ σταυροῦ.
31ομοιωσ και οι αρχιερεισ εμπαιζοντεσ προσ αλληλουσ μετα των γραμματεων ελεγον αλλουσ εσωσεν εαυτον ου δυναται σωσαι
31ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
32ο χριστοσ ο βασιλευσ του ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν αυτω και οι συνεσταυρωμενοι αυτω ωνειδιζον αυτον
32ὁ χριστὸς ὁ ⸀βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
33γενομενησ δε ωρασ εκτησ σκοτοσ εγενετο εφ ολην την γην εωσ ωρασ ενατησ
33⸂Καὶ γενομένης⸃ ὥρας ἕκτης σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
34και τη ωρα τη ενατη εβοησεν ο ιησουσ φωνη μεγαλη λεγων ελωι ελωι λιμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεοσ μου ο θεοσ μου εισ τι με εγκατελιπεσ
34καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ ⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με⸃;
35και τινεσ των παρεστηκοτων ακουσαντεσ ελεγον ιδου ηλιαν φωνει
35καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε Ἠλίαν φωνεῖ.
36δραμων δε εισ και γεμισασ σπογγον οξουσ περιθεισ τε καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιασ καθελειν αυτον
36δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
37ο δε ιησουσ αφεισ φωνην μεγαλην εξεπνευσεν
37ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
38και το καταπετασμα του ναου εσχισθη εισ δυο απο ανωθεν εωσ κατω
38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπʼ ἄνωθεν ἕως κάτω.
39ιδων δε ο κεντυριων ο παρεστηκωσ εξ εναντιασ αυτου οτι ουτωσ κραξασ εξεπνευσεν ειπεν αληθωσ ο ανθρωποσ ουτοσ υιοσ ην θεου
39ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃.
40ησαν δε και γυναικεσ απο μακροθεν θεωρουσαι εν αισ ην και μαρια η μαγδαληνη και μαρια η του ιακωβου του μικρου και ιωση μητηρ και σαλωμη
40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
41αι και οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εισ ιεροσολυμα
41⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42και ηδη οψιασ γενομενησ επει ην παρασκευη ο εστιν προσαββατον
42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον,
43ηλθεν ιωσηφ ο απο αριμαθαιασ ευσχημων βουλευτησ οσ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θεου τολμησασ εισηλθεν προσ πιλατον και ητησατο το σωμα του ιησου
43⸀ἐλθὼν Ἰωσὴφ ⸀ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44ο δε πιλατοσ εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενοσ τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν
44ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαι ἀπέθανεν·
45και γνουσ απο του κεντυριωνοσ εδωρησατο το σωμα τω ιωσηφ
45καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶμα τῷ Ἰωσήφ.
46και αγορασασ σινδονα και καθελων αυτον ενειλησεν τη σινδονι και κατεθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρασ και προσεκυλισεν λιθον επι την θυραν του μνημειου
46καὶ ἀγοράσας ⸀σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεν αὐτὸν ἐν ⸀μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47η δε μαρια η μαγδαληνη και μαρια ιωση εθεωρουν που τιθεται
47ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος⸃ ἐθεώρουν ποῦ ⸀τέθειται.
Tip: use the ← and → keys to turn chapters.