ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1και εγενετο οτε ετελεσεν ο ιησουσ τουσ λογουσ τουτουσ μετηρεν απο τησ γαλιλαιασ και ηλθεν εισ τα ορια τησ ιουδαιασ περαν του ιορδανου
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
2και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτουσ εκει
2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3και προσηλθον αυτω οι φαρισαιοι πειραζοντεσ αυτον και λεγοντεσ αυτω ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν
3Καὶ προσῆλθον ⸀αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες· Εἰ ἔξεστιν ⸀ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
4ο δε αποκριθεισ ειπεν αυτοισ ουκ ανεγνωτε οτι ο ποιησασ απ αρχησ αρσεν και θηλυ εποιησεν αυτουσ
4ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς
5και ειπεν ενεκεν τουτου καταλειψει ανθρωποσ τον πατερα και την μητερα και προσκολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εισ σαρκα μιαν
5καὶ εἶπεν· ⸀Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
6ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεοσ συνεζευξεν ανθρωποσ μη χωριζετω
6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
7λεγουσιν αυτω τι ουν μωσησ ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι αυτην
7λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν;
8λεγει αυτοισ οτι μωσησ προσ την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τασ γυναικασ υμων απ αρχησ δε ου γεγονεν ουτωσ
8λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
9λεγω δε υμιν οτι οσ αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται και ο απολελυμενην γαμησασ μοιχαται
9λέγω δὲ ὑμῖν ⸀ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται⸃.
10λεγουσιν αυτω οι μαθηται αυτου ει ουτωσ εστιν η αιτια του ανθρωπου μετα τησ γυναικοσ ου συμφερει γαμησαι
10Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
11ο δε ειπεν αυτοισ ου παντεσ χωρουσιν τον λογον τουτον αλλ οισ δεδοται
11ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτον ἀλλʼ οἷς δέδοται.
12εισιν γαρ ευνουχοι οιτινεσ εκ κοιλιασ μητροσ εγεννηθησαν ουτωσ και εισιν ευνουχοι οιτινεσ ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινεσ ευνουχισαν εαυτουσ δια την βασιλειαν των ουρανων ο δυναμενοσ χωρειν χωρειτω
12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
13τοτε προσηνεχθη αυτω παιδια ινα τασ χειρασ επιθη αυτοισ και προσευξηται οι δε μαθηται επετιμησαν αυτοισ
13Τότε ⸀προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
14ο δε ιησουσ ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προσ με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων
14ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
15και επιθεισ αυτοισ τασ χειρασ επορευθη εκειθεν
15καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς⸃ ἐπορεύθη ἐκεῖθεν.
16και ιδου εισ προσελθων ειπεν αυτω διδασκαλε αγαθε τι αγαθον ποιησω ινα εχω ζωην αιωνιον
16Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν⸃· ⸀Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶ ζωὴν αἰώνιον;
17ο δε ειπεν αυτω τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ ει δε θελεισ εισελθειν εισ την ζωην τηρησον τασ εντολασ
17ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός⸃· εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν⸃, ⸀τήρησον τὰς ἐντολάς.
18λεγει αυτω ποιασ ο δε ιησουσ ειπεν το ου φονευσεισ ου μοιχευσεισ ου κλεψεισ ου ψευδομαρτυρησεισ
18λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
19τιμα τον πατερα και την μητερα και αγαπησεισ τον πλησιον σου ωσ σεαυτον
19Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
20λεγει αυτω ο νεανισκοσ παντα ταυτα εφυλαξαμην εκ νεοτητοσ μου τι ετι υστερω
20λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα⸃ ⸀ἐφύλαξα· τί ἔτι ὑστερῶ;
21εφη αυτω ο ιησουσ ει θελεισ τελειοσ ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
21ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
22ακουσασ δε ο νεανισκοσ τον λογον απηλθεν λυπουμενοσ ην γαρ εχων κτηματα πολλα
22ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23ο δε ιησουσ ειπεν τοισ μαθηταισ αυτου αμην λεγω υμιν οτι δυσκολωσ πλουσιοσ εισελευσεται εισ την βασιλειαν των ουρανων
23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως⸃ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
24παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματοσ ραφιδοσ διελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν
24πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος ῥαφίδος ⸀εἰσελθεῖν ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ⸃.
25ακουσαντεσ δε οι μαθηται αυτου εξεπλησσοντο σφοδρα λεγοντεσ τισ αρα δυναται σωθηναι
25ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
26εμβλεψασ δε ο ιησουσ ειπεν αυτοισ παρα ανθρωποισ τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα
26ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
27τοτε αποκριθεισ ο πετροσ ειπεν αυτω ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν
27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
28ο δε ιησουσ ειπεν αυτοισ αμην λεγω υμιν οτι υμεισ οι ακολουθησαντεσ μοι εν τη παλιγγενεσια οταν καθιση ο υιοσ του ανθρωπου επι θρονου δοξησ αυτου καθισεσθε και υμεισ επι δωδεκα θρονουσ κρινοντεσ τασ δωδεκα φυλασ του ισραηλ
28ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε καὶ ⸀ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29και πασ οσ αφηκεν οικιασ η αδελφουσ η αδελφασ η πατερα η μητερα η γυναικα η τεκνα η αγρουσ ενεκεν του ονοματοσ μου εκατονταπλασιονα ληψεται και ζωην αιωνιον κληρονομησει
29καὶ πᾶς ⸀ὅστις ἀφῆκεν ⸂οἰκίας ἢ⸃ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ⸃ τέκνα ἢ ⸀ἀγροὺς ἕνεκεν τοῦ ⸂ὀνόματός μου⸃, ⸀ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
30πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Tip: use the ← and → keys to turn chapters.