ΣΕΙΡΑΧ 41
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition

1Ω ΘΑΝΑΤΕ, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.

2ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν.

3μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων·

4τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.

5Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν.

6τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.

7πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι᾿ αὐτὸν ὀνειδισθήσονται.

8οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Θεοῦ Ὑψίστου·

9καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.

10πάντα ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν.

11Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.

12φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου.

13ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.

14παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις;

15κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

16τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ρήματί μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.

17αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,

18ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,

19ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς,

20ἀπὸ ἀληθείας Θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾿ ἄρτοις,

21ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,

22ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς,

23ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,

24ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς·

25ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε,

26ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·

27καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.

Tip: use the ← and → keys to turn chapters.