ΙΗΣΟΥΣ ΝΑΥΗ
Chapter 22
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΙΗΣΟΥΣ ΝΑΥΗ 22

Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΤΟΤΕ συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ
1その時、ヨシュアはルベン人、ガド人、およびマナセの半部族を呼び寄せて、
2καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν.
2彼らに言った。「あなたがたは、主のしもべモーセがあなたがたに命じたことをすべて守り、また私があなたがたに命じたすべてのことにおいて、私の声に聞き従った。
3οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν.
3あなたがたは今日まで、この長い間、兄弟たちを見捨てず、あなたがたの神、主の命令を忠実に守ってきた。
4νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
4今、あなたがたの神、主は、約束どおり兄弟たちに安息を与えられた。だから今、自分たちの天幕へ、すなわち主のしもべモーセがヨルダン川の東であなたがたに与えた相続地へ帰りなさい。
5ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
5ただし、主のしもべモーセが命じた戒めと律法を守り行うよう、十分に心を配りなさい。あなたがたの神、主を愛し、そのすべての道を歩み、戒めを守り、主に堅く結びつき、心を尽くし、いのちを尽くして主に仕えなさい。」
6καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
6こうしてヨシュアは彼らを祝福して送り出し、彼らは自分たちの天幕へ帰って行った。
7καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ τὴν θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς,
7さて、マナセの一方の半部族には、モーセがバシャンに相続地を与えていた。しかしもう一方の半部族には、ヨシュアがヨルダン川の西側で彼らの兄弟たちの間に相続地を与えた。さらにヨシュアは彼らをその天幕へ送り出す際にも彼らを祝福し、
8καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.
8こう言った。「多くの富、多くの家畜、銀、金、青銅、鉄、多くの衣服を携えて、自分たちの天幕へ帰りなさい。敵から得た戦利品を兄弟たちと分け合いなさい。」
9Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐκ Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
9ルベン人、ガド人、およびマナセの半部族は帰って行った。彼らはカナンの地にあるシロでイスラエルの人々を離れ、ギルアデの地、すなわちモーセを通して主が命じられたとおりに彼らが所有していた地へ行った。
10καὶ ἦλθον εἰς Γάλγαλα τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.
10彼らがカナンの地のヨルダン川沿いの地方に来ると、ルベン人、ガド人、マナセの半部族は、ヨルダン川のそばに、ひときわ大きく目立つ祭壇を築いた。
11καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων· ἰδοὺ ᾠκοδομήκασιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφ' ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ.
11イスラエルの人々はこう聞いた。「見よ、ルベン人、ガド人、およびマナセの半部族が、カナンの地の境、ヨルダン川沿いの地方で、イスラエルの人々に属する側に祭壇を築いた。」
12καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλώ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
12イスラエルの人々がこれを聞いた時、イスラエルの人々の全会衆は、彼らに対して戦いに上るため、シロに集まった。
13καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως
13イスラエルの人々は、ギルアデの地にいるルベン人、ガド人、およびマナセの半部族のところへ、祭司エルアザルの子ピネハスを遣わした。
14καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι, χιλίαρχοι Ἰσραήλ.
14彼とともに十人の族長がいた。イスラエルの各部族から父祖の家を代表する族長が一人ずつ選ばれ、それぞれがイスラエルの諸氏族のかしらであった。
15καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες·
15彼らはギルアデの地にあるルベン人、ガド人、およびマナセの半部族のところに来て、彼らに言った。
16τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου· τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;
16「主の全会衆はこう言う。『イスラエルの神に対して犯したこの背信は何か。今日、主に従うことから離れ、自分たちのために祭壇を築いて、主に反逆するとは。
17μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
17ペオルで犯した咎では足りないというのか。主の会衆に災いが下り、私たちは今日に至るまで、あの咎から清められきっていない。
18καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή.
18それなのにあなたがたは今日、主に従うことから背き去ろうとするのか。あなたがたが今日、主に逆らうなら、明日には主がイスラエルの全会衆に対して怒られることになる。
19καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε καὶ ὑμεῖς μηδ' ἀπόστητε ἀπὸ Κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
19もし、あなたがたの相続地が汚れているというのであれば、主の幕屋がある主の相続地に渡って来て、私たちの間で相続地を得なさい。しかし、私たちの神、主の祭壇のほかに別の祭壇を築いて、主に逆らってはならない。また私たちにも逆らってはならない。
20οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
20ゼラの子アカンが聖絶されたものについて背信の罪を犯した時、イスラエルの全会衆に御怒りが下ったではないか。その咎によって滅びたのは、彼一人ではなかった。』」
21Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ λέγοντες·
21するとルベン人、ガド人、およびマナセの半部族は答えて、イスラエルの千人隊のかしらたちに言った。
22ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ρύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ·
22「力ある神、主。力ある神、主。その方はご存じです。イスラエルも知りますように。これが主への反逆や背信であったなら、今日、私たちを救わないでください。
23καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει.
23私たちが主に従うことから離れるために祭壇を築いたのなら、また、その上で全焼のささげ物や穀物のささげ物、和解のいけにえを献げるためであったのなら、主ご自身が裁かれますように。
24ἀλλ' ἕνεκεν εὐλαβείας ρήματος ἐποιήσαμεν τοῦτο λέγοντες· ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν καὶ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ;
24そうではありません。私たちは、ある心配があってこれを行ったのです。後の日に、あなたがたの子らが私たちの子らにこう言うかもしれないと思いました。『あなたがたはイスラエルの神、主と何のかかわりがあるのか。
25καὶ ὅρια ἔθηκε Κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον.
25主は、私たちとあなたがた、すなわちルベン人とガド人との間の境界として、ヨルダン川を定められた。あなたがたには主にあずかる分はない』と言うかもしれない、ということです。こうしてあなたがたの子らは、私たちの子らが主を恐れることをやめさせるかもしれないのです。
26καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
26そこで私たちは言いました。『さあ、自分たちのために祭壇を築こう。ただし、全焼のささげ物や、いけにえを献げるためではない。
27ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον· οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου.
27これは、私たちとあなたがたとの間、また後の世代との間で証しとなるためである。私たちは主の御前で、全焼のささげ物、いけにえ、和解のいけにえを献げて主に仕える。』こうして後の日に、あなたがたの子らが私たちの子らに、『あなたがたには主にあずかる分がない』と言わないためです。
28καὶ εἴπομεν· ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν· ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.
28私たちはこう考えました。『後の日に、彼らが私たちや後の世代にそう言うなら、こう答えよう。私たちの父たちが造った主の祭壇の形を見よ。これは全焼のささげ物や、いけにえのためではなく、私たちとあなたがたとの間の証しである。』
29μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι καὶ ταῖς θυσίαις Σαλαμὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
29私たちが主に逆らい、今日、主に従うことから背き去って、主の幕屋の前にある私たちの神、主の祭壇のほかに、全焼のささげ物、穀物のささげ物、いけにえのための祭壇を築くことは、決してありません。」
30Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραήλ, οἳ ἦσαν μετ' αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς.
30祭司ピネハスと会衆の族長たち、すなわち彼とともにいたイスラエルの千人隊のかしらたちは、ルベン人、ガド人、マナセの子らが語った言葉を聞き、それを良いことと思った。
31καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου.
31祭司エルアザルの子ピネハスは、ルベン人、ガド人、マナセの子らに言った。「あなたがたが主に対してこの背信の罪を犯していなかったので、今日、主が私たちの間におられることが分かった。あなたがたは今、イスラエルの人々を主の御手から救い出した。」
32καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους,
32祭司エルアザルの子ピネハスと族長たちは、ギルアデの地を出て、ルベン人とガド人のところからカナンの地のイスラエルの人々のもとへ帰り、彼らに報告した。
33καὶ ἤρεσε τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν Ἰσραὴλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβὴν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ. καὶ κατῴκησαν ἐπ' αὐτῆς.
33その事はイスラエルの人々を喜ばせた。イスラエルの人々は神をほめたたえ、ルベン人とガド人が住んでいる地を滅ぼすために、彼らに対して戦いに上ることをもはや語らなかった。
34καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.
34ルベン人とガド人は、その祭壇を「主が神であることの、私たちの間の証し」と名づけた。

Tip: use the ← and → keys to turn chapters.