ΙΟΥΔΙΘ 13
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΩΣ δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.
1Now when the evening was come, his servants made haste to depart, and Bagoas shut his tent without, and dismissed the waiters from the presence of his lord; and they went to their beds: for they were all weary, because the feast had been long.
2ὑπελείφθη δὲ Ἰουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος.
2And Judith was left alone in the tent, and Holofernes lying alone upon his bed: for he was filled with wine.
3καὶ εἶπεν Ἰουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς· καθάπερ καθ᾿ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα.
3Now Judith had commanded her maid to stand without her bedchamber, and to wait for her. coming forth, as she did daily: for she said she would go forth to her prayers, and she spake to Bagoas according to the same purpose.
4καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς· Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ἱερουσαλήμ·
4So all went forth and none was left in the bedchamber, neither little nor great. Then Judith, standing by his bed, said in her heart, O Lord God of all power, look at this present upon the works of mine hands for the exaltation of Jerusalem.
5ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν, οἵ ἐπανέστησαν ἡμῖν.
5For now is the time to help thine inheritance, and to execute thine enterprizes to the destruction of the enemies which are risen against us.
6καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάκην αὐτοῦ ἀπ᾿ αὐτοῦ
6Then she came to the pillar of the bed, which was at Holofernes’ head, and took down his fauchion from thence,
7καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπε· κραταίωσόν με, ὁ Θεὸς Ἰσραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ.
7And approached to his bed, and took hold of the hair of his head, and said, Strengthen me, O Lord God of Israel, this day.
8καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπ᾿ αὐτοῦ,
8And she smote twice upon his neck with all her might, and she took away his head from him.
9καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων. καὶ μετ᾿ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου,
9And tumbled his body down from the bed, and pulled down the canopy from the pillars; and anon after she went forth, and gave Holofernes his head to her maid;
10καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάλαγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλούα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.
10And she put it in her bag of meat: so they twain went together according to their custom unto prayer: and when they passed the camp, they compassed the valley, and went up the mountain of Bethulia, and came to the gates thereof.
11Καὶ εἶπεν Ἰουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν· ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθ᾿ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ κατὰ κράτος κατὰ τῶν ἐχθρῶν, καθὰ καὶ σήμερον ἐποίησε.
11Then said Judith afar off, to the watchmen at the gate, Open, open now the gate: God, even our God, is with us, to shew his power yet in Jerusalem, and his forces against the enemy, as he hath even done this day.
12καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.
12Now when the men of her city heard her voice, they made haste to go down to the gate of their city, and they called the elders of the city.
13καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς.
13And then they ran all together, both small and great, for it was strange unto them that she was come: so they opened the gate, and received them, and made a fire for a light, and stood round about them.
14ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ· αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεόν, ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.
14Then she said to them with a loud voice, Praise, praise God, praise God, I say, for he hath not taken away his mercy from the house of Israel, but hath destroyed our enemies by mine hands this night.
15καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξε καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσούρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας·
15So she took the head out of the bag, and shewed it, and said unto them, behold the head of Holofernes, the chief captain of the army of Assur, and behold the canopy, wherein he did lie in his drunkenness; and the Lord hath smitten him by the hand of a woman.
16καὶ ζῇ Κύριος, ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ᾿ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.
16As the Lord liveth, who hath kept me in my way that I went, my countenance hath deceived him to his destruction, and yet hath he not committed sin with me, to defile and shame me.
17καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδόν· εὐλογητὸς εἶ, ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.
17Then all the people were wonderfully astonished, and bowed themselves and worshipped God, and said with one accord, Blessed be thou, O our God, which hast this day brought to nought the enemies of thy people.
18καὶ εἶπεν αὐτῇ Ὀζίας· εὐλογητὴ σύ, θύγατερ, τῷ Θεῷ τῷ Ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεός, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν·
18Then said Ozias unto her, O daughter, blessed art thou of the most high God above all the women upon the earth; and blessed be the Lord God, which hath created the heavens and the earth, which hath directed thee to the cutting off of the head of the chief of our enemies.
19ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος.
19For this thy confidence shall not depart from the heart of men, which remember the power of God for ever.
20καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ᾿ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν ἐπ᾿ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός· γένοιτο, γένοιτο.
20And God turn these things to thee for a perpetual praise, to visit thee in good things because thou hast not spared thy life for the affliction of our nation, but hast revenged our ruin, walking a straight way before our God. And all the people said; So be it, so be it.
Tip: use the ← and → keys to turn chapters.