ΙΟΥΔΙΘ 11
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΚΑΙ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον, ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς.
1Then said Holofernes unto her, Woman, be of good comfort, fear not in thine heart: for I never hurt any that was willing to serve Nabuchodonosor, the king of all the earth.
2καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπ᾿ αὐτούς, ἀλλ᾿ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.
2Now therefore, if thy people that dwelleth in the mountains had not set light by me, I would not have lifted up my spear against them: but they have done these things to themselves.
3καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ᾿ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
3But now tell me wherefore thou art fled from them, and art come unto us: for thou art come for safeguard; be of good comfort, thou shalt live this night, and hereafter:
4οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλ᾿ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ.
4For none shall hurt thee, but entreat thee well, as they do the servants of king Nabuchodonosor my lord.
5καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ· δέξαι τὰ ρήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.
5Then Judith said unto him, Receive the words of thy servant, and suffer thine handmaid to speak in thy presence, and I will declare no lie to my lord this night.
6καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ·
6And if thou wilt follow the words of thine handmaid, God will bring the thing perfectly to pass by thee; and my lord shall not fail of his purposes.
7ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ·
7As Nabuchodonosor king of all the earth liveth, and as his power liveth, who hath sent thee for the upholding of every living thing: for not only men shall serve him by thee, but also the beasts of the field, and the cattle, and the fowls of the air, shall live by thy power under Nabuchodonosor and all his house.
8ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου.
8For we have heard of thy wisdom and thy policies, and it is reported in all the earth, that thou only art excellent in all the kingdom, and mighty in knowledge, and wonderful in feats of war.
9καὶ νῦν ὁ λόγος, ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ρήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησε παρὰ σοί.
9Now as concerning the matter, which Achior did speak in thy council, we have heard his words; for the men of Bethulia saved him, and he declared unto them all that he had spoken unto thee.
10διό, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ρομφαία ἐπ᾿ αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν.
10Therefore, O lord and governor, respect not his word; but lay it up in thine heart, for it is true: for our nation shall not be punished, neither can sword prevail against them, except they sin against their God.
11καὶ νῦν, ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν·
11And now, that my lord be not defeated and frustrate of his purpose, even death is now fallen upon them, and their sin hath overtaken them, wherewith they will provoke their God to anger whensoever they shall do that which is not fit to be done:
12ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι.
12For their victuals fail them, and all their water is scant, and they have determined to lay hands upon their cattle, and purposed to consume all those things, that God hath forbidden them to eat by his laws:
13καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν Ἱερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ.
13And are resolved to spend the firstfruits of the tenths of wine and oil, which they had sanctified, and reserved for the priests that serve in Jerusalem before the face of our God; the which things it is not lawful for any of the people so much as to touch with their hands.
14καὶ ἀπεστάλκασιν εἰς Ἱερουσαλήμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας.
14For they have sent some to Jerusalem, because they also that dwell there have done the like, to bring them a licence from the senate.
15καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσι, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
15Now when they shall bring them word, they will forthwith do it, and they shall be given to thee to be destroyed the same day.
16ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφ᾿ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.
16Wherefore I thine handmaid, knowing all this, am fled from their presence; and God hath sent me to work things with thee, whereat all the earth shall be astonished, and whosoever shall hear it.
17ὅτι ἡ δούλη σου θεοσεβής ἐστι καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ τὴν νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν Θεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.
17For thy servant is religious, and serveth the God of heaven day and night: now therefore, my lord, I will remain with thee, and thy servant will go out by night into the valley, and I will pray unto God, and he will tell me when they have committed their sins:
18καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.
18And I will come and shew it unto thee: then thou shalt go forth with all thine army, and there shall be none of them that shall resist thee.
19καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἱερουσαλὴμ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου, ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
19And I will lead thee through the midst of Judea, until thou come before Jerusalem; and I will set thy throne in the midst thereof; and thou shalt drive them as sheep that have no shepherd, and a dog shall not so much as open his mouth at thee: for these things were told me according to my foreknowledge, and they were declared unto me, and I am sent to tell thee.
20καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὀλοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν·
20Then her words pleased Holofernes and all his servants; and they marvelled at her wisdom, and said,
21οὐκ ἔστι τοιαύτη γυνὴ ἀπ᾿ ἄκρου ἕως ἄκρου τῆς γῆς καλῷ προσώπῳ καὶ συνέσει λόγων.
21There is not such a woman from one end of the earth to the other, both for beauty of face, and wisdom of words.
22καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
22Likewise Holofernes said unto her. God hath done well to send thee before the people, that strength might be in our hands and destruction upon them that lightly regard my lord.
23καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
23And now thou art both beautiful in thy countenance, and witty in thy words: surely if thou do as thou hast spoken thy God shall be my God, and thou shalt dwell in the house of king Nabuchodonosor, and shalt be renowned through the whole earth.
Tip: use the ← and → keys to turn chapters.