ΚΡΙΤΑΙ
Chapter 3
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν.
1主が残しておかれた国々は次のとおりである。これは、カナンでの戦いを経験しなかったイスラエルの者たちを試すためであり、
2πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
2それまで戦いを知らなかったイスラエルの世代に、戦いを教えるためでもあった。
3τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ.
3ペリシテ人の五人の君主、すべてのカナン人、シドン人、およびバアル・ヘルモン山からハマテの入り口に至るまでのレバノン山に住むヒビ人である。
4καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
4彼らが残されたのは、彼らによってイスラエルを試み、主がモーセを通して彼らの父祖たちに命じられた主の戒めに、彼らが聞き従うかどうかを知るためであった。
5καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου
5イスラエルの人々はカナン人、ヘト人、アモリ人、ペリジ人、ヒビ人、およびエブス人の間に住んだ。
6καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
6彼らはその娘たちを自分たちの妻としてめとり、自分たちの娘たちを彼らの息子たちに与え、彼らの神々に仕えた。
7Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.
7イスラエルの人々は主の目に悪を行い、自分たちの神、主を忘れ、バアルとアシェラに仕えた。
8καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ.
8それゆえ、主の怒りはイスラエルに向かって燃え上がり、主は彼らをメソポタミアの王クシャン・リシュアタイムの手に売り渡された。イスラエルの人々は八年の間、クシャン・リシュアタイムに仕えた。
9καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,
9イスラエルの人々が主に向かって叫び求めると、主はイスラエルの人々のために一人の救い主を起こし、彼らを救い出された。すなわちカレブの弟であるケナズの子オトニエルである。
10καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ.
10主の霊が彼に臨み、彼はイスラエルをさばいた。彼が戦いに出ると、主はメソポタミアの王クシャン・リシュアタイムを彼の手に渡され、オトニエルは彼を制圧した。
11καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.
11その地には四十年の間、平穏があった。その後、ケナズの子オトニエルは死んだ。
12Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου.
12イスラエルの人々は再び主の目に悪を行った。彼らが主の目に悪を行ったので、主はモアブの王エグロンを強くしてイスラエルに立ち向かわせた。
13καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων.
13エグロンはアンモンの子らとアマレクを自分のところに集め、行ってイスラエルを打ち、なつめやしの町を所有した。
14καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ.
14イスラエルの人々は十八年の間、モアブの王エグロンに仕えた。
15καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ.
15しかしイスラエルの人々が主に向かって叫び求めたとき、主は彼らのために一人の救い主を起こされた。ベニヤミン人であるゲラの子で、左利きの男エフドである。イスラエルの人々は彼を通してモアブの王エグロンに貢ぎ物を送った。
16καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν.
16エフドは自分のために、長さ一キュビト の諸刃の剣を作り、それを自分の右の太ももの服の下に帯びた。
17καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα.
17彼はモアブの王エグロンに貢ぎ物をささげた。エグロンは非常に太った人であった。
18καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα·
18彼が貢ぎ物をささげ終えたとき、彼は貢ぎ物を運んできた人々を去らせた。
19καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν Ἀώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν.
19しかし彼自身はギルガルのそばにある石の偶像のところから引き返し、「王よ、あなたに秘密の用件があります」と言った。 王は「静かにせよ」と言った。彼のそばに立っていた者たちは皆、彼の前から出て行った。
20καὶ Ἀὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Ἀώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ.
20エフドが彼のもとに近づいて行くと、王は涼しい階上の部屋に一人で座っていた。エフドは「あなたに神からの言葉があります」と言った。王は座から立ち上がった。
21καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ
21エフドは左手を伸ばし、右の太ももから剣を抜き取って、彼の腹に突き刺した。
22καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
22柄も刃の後から入り込み、脂肪が刃を包み込んだ。エフドが剣を腹から抜かなかったので、刃先は背後に突き出た。
23καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε·
23それからエフドは玄関の間に出て行き、自分の後ろで階上の部屋の戸を閉めて鍵をかけた。
24καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;
24エフドが去った後、王のしもべたちが来て見ると、階上の部屋の戸には鍵がかかっていた。彼らは、「きっと涼しい部屋で足を覆っておられる のだ」と言った。
25καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
25彼らは途方に暮れるほど待ったが、王は階上の部屋の戸を開けなかった。そこで鍵を取って開けると、主君が床に倒れて死んでいた。
26καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά.
26エフドは彼らが待っている間に逃げ、石の偶像をとおり過ぎてセイラへ逃れた。
27καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
27彼がそこに着いたとき、彼はエフライムの山地で角笛を吹き鳴らした。そしてイスラエルの人々は彼と一緒に山地から下って行き、彼は彼らを率いた。
28καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.
28彼は言った。「私について来なさい。主があなたがたの敵モアブ人を、あなたがたの手に渡された。」彼らは彼に従って下り、モアブに通じるヨルダン川の渡り場を押さえ、一人も渡らせなかった。
29καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ.
29そのとき、彼らはモアブ人を約一万人打ち倒した。みな屈強な者、みな勇士であった。逃げ延びた者は一人もいなかった。
30καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε.
30こうしてその日、モアブはイスラエルの手に屈服した。その地には八十年の間、平穏があった。
31Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ.
31彼の後にはアナテの子シャムガルがいた。彼は牛追い棒でペリシテ人を六百人打ち倒した。彼もまたイスラエルを救った。

Tip: use the ← and → keys to turn chapters.