ΚΡΙΤΑΙ
Chapter 17
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΚΡΙΤΑΙ 17

Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΚΑΙ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Μιχαίας.
1エフライムの山地に、名をミカという一人の男がいた。
2καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ.
2彼は母に言った。「あなたから取られた銀千百枚のことです。あなたはそのことでのろいを口にし、私にも聞こえるように言いました。その銀は私が持っています。取ったのは私です。」母は言った。「わが子が主に祝福されますように。」
3καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω αὐτό σοι.
3彼が銀千百枚を母に返すと、母は言った。「私はこの銀を、息子のために彫像と鋳像を造るため、確かに主に聖別します。今、これをあなたに返しましょう。」
4καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία.
4そこで彼がその銀を母に返すと、彼の母は銀二百枚を取り、それを銀細工人のところに渡し、彼がそれで彫像と鋳像を造った。それはミカの家に置かれた。
5καὶ ὁ οἶκος Μιχαία, αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θεραφὶν καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.
5このミカという男は神々の宮を持ち、エポデとテラフィム を造り、息子の一人を任職して自分の祭司とした。
6ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
6その頃、イスラエルには王がなく、それぞれが自分の目に正しいと見えることを行っていた。
7Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ.
7ユダの氏族の出である、ユダのベツレヘムから来た一人の若者がいた。彼はレビ人であり、そこに住んでいた。
8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραὶμ καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.
8その人は、住むことができる場所を見つけるために、ユダのベツレヘムの町を出て旅立った。そして旅を続けるうちに、エフライムの山地にあるミカの家に来た。
9καὶ εἶπεν αὐτῷ Μιχαίας· πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν· Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.
9ミカは彼に言った。「あなたはどこから来たのか。」 彼は彼に言った。「私はユダのベツレヘムのレビ人です。住むことができる場所を探して旅をしているところです。」
10καὶ εἶπεν αὐτῷ Μιχαίας· κάθου μετ᾿ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου.
10ミカは言った。「私とともに住み、私の父また祭司となってください。年に銀十枚と衣服一そろい、それに食物を差し上げます。」レビ人は中に入った。
11καὶ ἐπορεύθη ὁ Λευίτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ.
11レビ人はその男とともに住むことに満足し、その若者は彼にとって息子たちの一人のようになった。
12καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία.
12ミカはそのレビ人を聖別し、その若者は彼の祭司となってミカの家にいた。
13καὶ εἶπε Μιχαίας· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.
13それからミカは言った。「今、私は主が私に良くしてくださることが分かった。レビ人が私の祭司となったからだ。」

Tip: use the ← and → keys to turn chapters.