ΑΓΓΑΙΟΣ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1Τ† μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων·
1第七の月の二十一日に、主の言葉が預言者ハガイを通して臨んだ。
2εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων·
2「今、シェアルティエルの子でユダの総督であるゼルバベルと、エホツァダクの子で大祭司であるヨシュアと、民の残りの者に告げよ。
3τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
3『あなたがたのうち、かつてこの家の栄光を見た者で、今も残っているのはだれか。今、この家はどう見えるか。あなたがたの目には、無に等しいではないか。
4καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθ᾿ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,
4しかし今、ゼルバベルよ、強くあれ』と主は言われる。『エホツァダクの子で大祭司であるヨシュアよ、強くあれ。この地のすべての民よ、強くあれ』と主は言われる。『働け。私はあなたがたとともにいるからだ』と万軍の主は言われる。
5καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε,
5『あなたがたがエジプトから出た時、私はこの言葉をもってあなたがたと契約を結んだ。私の霊はあなたがたの間にとどまっている。恐れるな。』
6διότι τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·
6万軍の主はこう言われる。『あとしばらくすれば、もう一度、私は天と地、海と乾いた地を揺り動かす。
7καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.
7私はすべての国々を揺り動かす。すると、諸国の宝が来る。私はこの家を栄光で満たす』と万軍の主は言われる。
8ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.
8『銀は私のもの、金も私のものだ』と万軍の主は言われる。
9διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.
9『後に現れるこの家の栄光は、以前の栄光よりも大きくなる』と万軍の主は言われる。『この場所に私は平和を与える』と万軍の主は言われる。」
10Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων·
10ダレイオスの第二年、第九の月の二十四日に、主の言葉が預言者ハガイに臨んだ。
11τάδε λέγει Κύριος παντοκράτωρ· ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων·
11「万軍の主はこう言われる。『祭司たちに律法について尋ねよ。
12ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· οὔ.
12だれかが衣の裾に聖なる肉を包んで運び、その裾がパン、煮物、ぶどう酒、油、または何かの食物に触れたなら、それは聖なるものになるか。』」 祭司たちは「なりません」と答えた。
13καὶ εἶπεν Ἀγγαῖος· ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· μιανθήσεται.
13そこでハガイは言った。「死体によって汚れた者が、これらのいずれかに触れたなら、それは汚れるか。」 祭司たちは「汚れます」と答えた。
14καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν· οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας
14そこでハガイは答えた。「『この民も、この国も、私の前ではそのようなものだ』と主は言われる。『彼らの手のすべての働きもそのようなものであり、彼らがそこでささげるものも汚れている。
15καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου,
15さあ、今日より前、主の神殿で石が石の上に据えられる以前のことを、よく考えよ。
16τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένοντο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
16その間、二十の量を期待して穀物の山に来ても、十しかなかった。五十くみ出そうと酒ぶねに来ても、二十しかなかった。
17ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.
17私はあなたがたの手のすべての働きを、立ち枯れと黴と雹で打った。それでも、あなたがたは私に立ち返らなかった』と主は言われる。
18ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,
18『今日までのことを、よく考えよ。第九の月の二十四日、主の神殿の基礎が据えられたこの日を、よく心に留めよ。
19εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ροὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
19種はまだ納屋にあるか。ぶどうの木も、いちじくの木も、ざくろの木も、オリーブの木も、まだ実を結んでいない。しかし今日から、私はあなたがたを祝福する。』」
20Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων·
20その月の二十四日に、主の言葉が二度目にハガイに臨んだ。
21εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων· ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν
21「ユダの総督ゼルバベルに告げよ。『私は天と地を揺り動かす。
22καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ρομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
22私は諸王国の王座を覆し、諸国の力を滅ぼす。戦車とそれに乗る者たちを覆す。馬とその乗り手たちは倒れ、それぞれ同胞の剣によって倒れる。
23ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.
23その日』と万軍の主は言われる。『シェアルティエルの子、私のしもべゼルバベルよ、私はあなたを私のものとして取り、印章の指輪のようにする。私があなたを選んだからだ』と万軍の主は言われる。」
Tip: use the ← and → keys to turn chapters.