ΓΕΝΕΣΙΣ
Chapter 50
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 50

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ ἐπιπεσὼν Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν αὐτὸν καὶ ἐφίλησεν αὐτόν.
1約瑟 伏在他父親的面上哀哭,與他親嘴。
2καὶ προσέταξεν Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ, καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ.
2約瑟 吩咐伺候他的醫生用香料薰他父親,醫生就用香料薰了 以色列 。
3καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.
3薰屍的常例是四十天;那四十天滿了, 埃及 人為他哀哭了七十天。
4Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ λέγων· εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ λέγοντες·
4為他哀哭的日子過了, 約瑟 對法老家中的人說:「我若在你們眼前蒙恩,請你們報告法老說:
5ὁ πατήρ μου ὥρκισέ με λέγων· ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι.
5『我父親要死的時候叫我起誓說:你要將我葬在 迦南 地,在我為自己所掘的墳墓裏。』現在求你讓我上去葬我父親,以後我必回來。」
6καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε.
6法老說:「你可以上去,照着你父親叫你起的誓,將他葬埋。」
7καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ᾿ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου.
7於是 約瑟 上去葬他父親。與他一同上去的,有法老的臣僕和法老家中的長老,並 埃及 國的長老,
8καὶ πᾶσα ἡ πανοικία Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσέμ.
8還有 約瑟 的全家和他的弟兄們,並他父親的眷屬;只有他們的 婦人 孩子,和羊群牛群,都留在 歌珊 地。
9καὶ συνανέβησαν μετ᾿ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα.
9又有車輛馬兵,和他一同上去;那一幫人甚多。
10καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.
10他們到了 約旦河 外、 亞達 的禾場,就在那裏大大地號咷痛哭。 約瑟 為他父親哀哭了七天。
11καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτὰδ καὶ εἶπαν· πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου.
11迦南 的居民見 亞達 禾場上的哀哭,就說:「這是 埃及 人一場極大的哀哭。」因此那地方名叫 亞伯‧麥西 ,是在 約旦河 東。
12καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ
12雅各 的兒子們就遵着他父親所吩咐的辦了,
13καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναὰν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ.
13把他搬到 迦南 地,葬在 幔利 前、 麥比拉 田間的洞裏;那洞和田是 亞伯拉罕 向 赫 人 以弗崙 買來為業,作墳地的。
14καὶ ὑπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.
14約瑟 葬了他父親以後,就和眾弟兄,並一切同他上去葬他父親的人,都回 埃及 去了。
15Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν· μή ποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα εἰς αὐτόν.
15約瑟 的哥哥們見父親死了,就說:「或者 約瑟 懷恨我們,照着我們從前待他一切的惡足足地報復我們。」
16καὶ παραγενόμενοι πρὸς Ἰωσὴφ εἶπαν· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων·
16他們就打發人去見 約瑟 ,說:「你父親未死以先吩咐說:
17οὕτως εἴπατε Ἰωσήφ· ἄφες αὐτοῖς τὴν ἀδικίαν καί τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν.
17『你們要對 約瑟 這樣說:從前你哥哥們惡待你,求你饒恕他們的過犯和罪惡。』如今求你饒恕你父親上帝之僕人的過犯。」他們對 約瑟 說這話, 約瑟 就哭了。
18καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν· οἵδε ἡμεῖς σοὶ ἱκέται.
18他的哥哥們又來俯伏在他面前,說:「我們是你的僕人。」
19καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· μὴ φοβεῖσθε, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ.
19約瑟 對他們說:「不要害怕,我豈能代替上帝呢?
20ὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον καὶ τραφῇ λαὸς πολύς.
20從前你們的意思是要害我,但上帝的意思原是好的,要保全許多人的性命,成就今日的光景。
21καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
21現在你們不要害怕,我必養活你們和你們的 婦人 孩子。」於是 約瑟 用親愛的話安慰他們。
22Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα.
22約瑟 和他父親的眷屬都住在 埃及 。 約瑟 活了一百一十歲。
23καὶ εἶδεν Ἰωσὴφ Ἐφραΐμ παιδία ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ.
23約瑟 得見 以法蓮 第三代的子孫。 瑪拿西 的孫子、 瑪吉 的兒子也養在 約瑟 的膝上。
24καὶ εἶπεν Ἰωσήφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, Ἁβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ.
24約瑟 對他弟兄們說:「我要死了,但上帝必定看顧你們,領你們從這地上去,到他起誓所應許給 亞伯拉罕 、 以撒 、 雅各 之地。」
25καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν.
25約瑟 叫 以色列 的子孫起誓說:「上帝必定看顧你們;你們要把我的骸骨從這裏搬上去。」
26καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.
26約瑟 死了,正一百一十歲。人用香料將他薰了,把他收殮在棺材裏,停在 埃及 。

Tip: use the ← and → keys to turn chapters.