ΓΕΝΕΣΙΣ
Chapter 29
Septuagint (Greek Old Te…
vs King James Version…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 29

Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΚΑΙ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
1Then Jacob went on his journey, and came into the land of the people of the east.
2καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,
2And he looked, and behold a well in the field, and, lo, there were three flocks of sheep lying by it; for out of that well they watered the flocks: and a great stone was upon the well’s mouth.
3καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
3And thither were all the flocks gathered: and they rolled the stone from the well’s mouth, and watered the sheep, and put the stone again upon the well’s mouth in his place.
4εἶπε δὲ αὐτοῖς Ἰακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν.
4And Jacob said unto them, My brethren, whence be ye? And they said, Of Haran are we.
5εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν.
5And he said unto them, Know ye Laban the son of Nahor? And they said, We know him .
6εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
6And he said unto them, Is he well? And they said, He is well: and, behold, Rachel his daughter cometh with the sheep.
7καὶ εἶπεν Ἰακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
7And he said, Lo, it is yet high day, neither is it time that the cattle should be gathered together: water ye the sheep, and go and feed them .
8οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
8And they said, We cannot, until all the flocks be gathered together, and till they roll the stone from the well’s mouth; then we water the sheep.
9ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
9¶ And while he yet spake with them, Rachel came with her father’s sheep: for she kept them.
10ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
10And it came to pass, when Jacob saw Rachel the daughter of Laban his mother’s brother, and the sheep of Laban his mother’s brother, that Jacob went near, and rolled the stone from the well’s mouth, and watered the flock of Laban his mother’s brother.
11καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ραχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.
11And Jacob kissed Rachel, and lifted up his voice, and wept.
12καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα.
12And Jacob told Rachel that he was her father’s brother, and that he was Rebekah’s son: and she ran and told her father.
13ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.
13And it came to pass, when Laban heard the tidings of Jacob his sister’s son, that he ran to meet him, and embraced him, and kissed him, and brought him to his house. And he told Laban all these things.
14καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
14And Laban said to him, Surely thou art my bone and my flesh. And he abode with him the space of a month.
15Εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;
15¶ And Laban said unto Jacob, Because thou art my brother, shouldest thou therefore serve me for nought? tell me, what shall thy wages be ?
16τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ.
16And Laban had two daughters: the name of the elder was Leah, and the name of the younger was Rachel.
17οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.
17Leah was tender eyed; but Rachel was beautiful and well favoured.
18ἠγάπησε δὲ Ἰακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
18And Jacob loved Rachel; and said, I will serve thee seven years for Rachel thy younger daughter.
19εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.
19And Laban said, It is better that I give her to thee, than that I should give her to another man: abide with me.
20καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.
20And Jacob served seven years for Rachel; and they seemed unto him but a few days, for the love he had to her.
21εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
21¶ And Jacob said unto Laban, Give me my wife, for my days are fulfilled, that I may go in unto her.
22συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.
22And Laban gathered together all the men of the place, and made a feast.
23καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
23And it came to pass in the evening, that he took Leah his daughter, and brought her to him; and he went in unto her.
24ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
24And Laban gave unto his daughter Leah Zilpah his maid for an handmaid.
25ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;
25And it came to pass, that in the morning, behold, it was Leah: and he said to Laban, What is this thou hast done unto me? did not I serve with thee for Rachel? wherefore then hast thou beguiled me?
26ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·
26And Laban said, It must not be so done in our country, to give the younger before the firstborn.
27συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.
27Fulfil her week, and we will give thee this also for the service which thou shalt serve with me yet seven other years.
28ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
28And Jacob did so, and fulfilled her week: and he gave him Rachel his daughter to wife also.
29ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
29And Laban gave to Rachel his daughter Bilhah his handmaid to be her maid.
30καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
30And he went in also unto Rachel, and he loved also Rachel more than Leah, and served with him yet seven other years.
31Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα·
31¶ And when the LORD saw that Leah was hated, he opened her womb: but Rachel was barren.
32καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.
32And Leah conceived, and bare a son, and she called his name Reuben: for she said, Surely the LORD hath looked upon my affliction; now therefore my husband will love me.
33καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών·
33And she conceived again, and bare a son; and said, Because the LORD hath heard that I was hated, he hath therefore given me this son also: and she called his name Simeon.
34καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.
34And she conceived again, and bare a son; and said, Now this time will my husband be joined unto me, because I have born him three sons: therefore was his name called Levi.
35καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.
35And she conceived again, and bare a son: and she said, Now will I praise the LORD : therefore she called his name Judah; and left bearing.

Tip: use the ← and → keys to turn chapters.