ΓΕΝΕΣΙΣ
Chapter 28
Septuagint (Greek Old Te…
vs Berean Standard Bi…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 28

Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΠΡΟΣΚΑΛΕΣΑΜΕΝΟΣ δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων·
1So Isaac called for Jacob and blessed him. “Do not take a wife from the Canaanite women,” he commanded.
2ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου.
2“Go at once to Paddan-aram, to the house of your mother’s father Bethuel, and take a wife from among the daughters of Laban, your mother’s brother.
3ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν·
3May God Almighty bless you and make you fruitful and multiply you, so that you may become a company of peoples.
4καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.
4And may He give the blessing of Abraham to you and your descendants, so that you may possess the land where you dwell as a foreigner, the land God gave to Abraham.”
5καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ρεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
5So Isaac sent Jacob to Paddan-aram, to Laban son of Bethuel the Aramean, the brother of Rebekah, who was the mother of Jacob and Esau.
6Εἶδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων,
6Now Esau learned that Isaac had blessed Jacob and sent him to Paddan-aram to take a wife there, commanding him, “Do not marry a Canaanite woman,”
7καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας.
7and that Jacob had obeyed his father and mother and gone to Paddan-aram.
8ἰδὼν δὲ καὶ Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ,
8And seeing that his father Isaac disapproved of the Canaanite women,
9ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
9Esau went to Ishmael and married Mahalath, the sister of Nebaioth and daughter of Abraham’s son Ishmael, in addition to the wives he already had.
10Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.
10Meanwhile Jacob left Beersheba and set out for Haran.
11καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθῃ ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.
11On reaching a certain place, he spent the night there because the sun had set. And taking one of the stones from that place, he put it under his head and lay down to sleep.
12καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
12And Jacob had a dream about a ladder that rested on the earth with its top reaching up to heaven, and God’s angels were going up and down the ladder.
13ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.
13And there at the top the LORD was standing and saying, “I am the LORD, the God of your father Abraham and the God of Isaac. I will give you and your descendants the land on which you now lie.
14καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν, καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
14Your descendants will be like the dust of the earth, and you will spread out to the west and east and north and south. All the families of the earth will be blessed through you and your offspring.
15καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
15Look, I am with you, and I will watch over you wherever you go, and I will bring you back to this land. For I will not leave you until I have done what I have promised you.”
16καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
16When Jacob woke up, he thought, “Surely the LORD is in this place, and I was unaware of it.”
17καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
17And he was afraid and said, “How awesome is this place! This is none other than the house of God; this is the gate of heaven!”
18καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
18Early the next morning, Jacob took the stone that he had placed under his head, and he set it up as a pillar. He poured oil on top of it,
19καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
19and he called that place Bethel, though previously the city had been named Luz.
20καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
20Then Jacob made a vow, saying, “If God will be with me and watch over me on this journey, and if He will provide me with food to eat and clothes to wear,
21καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεόν,
21so that I may return safely to my father’s house, then the LORD will be my God.
22καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
22And this stone I have set up as a pillar will be God’s house, and of all that You give me I will surely give You a tenth.”

Tip: use the ← and → keys to turn chapters.