ΓΕΝΕΣΙΣ 13
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΑΝΕΒΗ δὲ ¨Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον.
1So Abram went up out of Egypt into the Negev—he and his wife and all his possessions—and Lot was with him.
2¨Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
2And Abram had become extremely wealthy in livestock and silver and gold.
3καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,
3From the Negev he journeyed from place to place toward Bethel, until he came to the place between Bethel and Ai where his tent had formerly been pitched,
4εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ¨Αβραμ τὸ ὄνομα τοῦ Κυρίου.
4to the site where he had built the altar. And there Abram called on the name of the LORD.
5καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ ¨Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί.
5Now Lot, who was traveling with Abram, also had flocks and herds and tents.
6καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα.
6But the land was unable to support both of them while they stayed together, for they had so many possessions that they were unable to coexist.
7καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ¨Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
7And there was discord between the herdsmen of Abram and the herdsmen of Lot. At that time the Canaanites and the Perizzites were also living in the land.
8εἶπε δὲ ¨Αβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς.
8So Abram said to Lot, “Please let there be no contention between you and me, or between your herdsmen and my herdsmen. After all, we are brothers.
9οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
9Is not the whole land before you? Now separate yourself from me. If you go to the left, I will go to the right; if you go to the right, I will go to the left.”
10καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
10And Lot looked out and saw that the whole plain of the Jordan, all the way to Zoar, was well watered like the garden of the LORD, like the land of Egypt. (This was before the LORD destroyed Sodom and Gomorrah.)
11καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
11So Lot chose the whole plain of the Jordan for himself and set out toward the east. And Abram and Lot parted company.
12¨Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις·
12Abram lived in the land of Canaan, but Lot settled in the cities of the plain and pitched his tent toward Sodom.
13οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.
13But the men of Sodom were wicked, sinning greatly against the LORD.
14Ὁ δὲ Θεὸς εἶπε τῷ ¨Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
14After Lot had departed, the LORD said to Abram, “Now lift up your eyes from the place where you are, and look to the north and south and east and west,
15ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.
15for all the land that you see, I will give to you and your offspring forever.
16καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
16I will make your offspring like the dust of the earth, so that if one could count the dust of the earth, then your offspring could be counted.
17ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.
17Get up and walk around the land, through its length and breadth, for I will give it to you.”
18καὶ ἀποσκηνώσας ¨Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
18So Abram moved his tent and went to live near the Oaks of Mamre at Hebron, where he built an altar to the LORD.
Tip: use the ← and → keys to turn chapters.