ΞΟΔΟΣ 8
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου· ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους·
1主はモーセに言われた。「ファラオのもとへ行き、告げなさい。『主はこう言われる。「わたしの民を行かせ、わたしに仕えさせよ。
2καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου.
2行かせることを拒むなら、見よ、わたしはあなたの領土全体をカエルで打つ。
3ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου.
3川にはカエルが群がり、それらははい上がって、あなたの家、寝室、ベッドの上、あなたの家臣たちの家、あなたの民の上、そしてあなたのかまどやこね鉢の中に入るであろう。
4καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπεν· εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ.
4カエルはあなたの上にも、あなたの民の上にも、あなたのすべての家臣の上にもはい上がるであろう。」』」
5εἶπε δὲ Μωυσῆς πρὸς Φαραώ· τάξαι πρός με πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.
5主はモーセに言われた。「アロンに言いなさい。『あなたの杖を持った手を川、水路、池の上に伸ばし、カエルをエジプトの地にはい上がらせなさい。』」
6ὁ δὲ εἶπεν· εἰς αὔριον. εἶπεν οὖν· ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ ἔστι ἄλλος πλὴν Κυρίου·
6アロンがエジプトの水の上に手を伸ばすと、カエルがはい上がって来て、エジプトの地を覆った。
7καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἀπὸ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.
7魔術師たちも彼らの秘術を使って同じことをし、カエルをエジプトの地にはい上がらせた。
8ἐξῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ.
8その時、ファラオはモーセとアロンを呼び寄せて言った。「主にお願いして、私と私の民からカエルを取り除いてくれ。そうすれば民を行かせ、彼らが主にいけにえを献げられるようにしよう。」
9ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν·
9モーセはファラオに言った。「いつ祈るべきか、あなたが時を定めてください。あなたと家臣と民からカエルが絶え、川にだけ残るよう、私は祈ります。」
10καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ὤζεσεν ἡ γῆ.
10ファラオは言った。「明日だ。」 モーセは言った。「あなたの言葉通りになりますように。私たちの神、主のような方は他にいないことを、あなたが知るためです。
11ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος.
11カエルはあなたから、あなたの家から、あなたの家臣から、あなたの民から去り、川にだけ残るでしょう。」
12Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν Ἀαρών, ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
12モーセとアロンはファラオのところから出て行った。そしてモーセは、主がファラオにもたらしたカエルについて主に叫び求めた。
13ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ράβδον καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες.
13主はモーセの言葉通りにされ、カエルは家の中から、庭から、畑から死に絶えた。
14ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν.
14彼らがそれらを山積みにすると、地は悪臭を放った。
15εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· δάκτυλος Θεοῦ ἐστι τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος.
15しかしファラオは、一息つけるようになったのを見ると、心をかたくなにし、主が語られた通り、彼らに聞き従わなかった。
16Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ·
16主はモーセに言われた。「アロンに言いなさい。『杖を伸ばして地のちりを打て。それはエジプト全土でぶよとなる。』」
17ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ᾿ ἧς εἰσιν ἐπ᾿ αὐτῆς.
17彼らはそのようにした。アロンが杖を持った手を伸ばして地のちりを打つと、人や動物の上にシラミがたかった。エジプトの地全体で、地のちりがすべてシラミになった。
18καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ᾿ ἧς ὁ λαός μου ἔπεστιν ἐπ᾿ αὐτῆς, ἐφ᾿ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς.
18魔術師たちも彼らの秘術を使ってシラミを出そうとしたが、できなかった。シラミは人や動物の上にたかった。
19καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς.
19そこで魔術師たちはファラオに言った。「これは神の指です。」しかしファラオの心はかたくなになり、主が語られた通り、彼らに聞き従わなかった。
20ἐποίησε δὲ Κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης.
20主はモーセに言われた。「朝早く起き、ファラオの前に立ちなさい。彼は水辺へ出て来る。彼に告げなさい。『主はこう言われる。「わたしの民を行かせ、わたしに仕えさせよ。
21ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων· ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ.
21もしわたしの民を行かせないなら、見よ、わたしはあなたと家臣と民と家々に、あぶの群れを送る。エジプト人の家々も、彼らの立つ地面も、あぶで満ちる。
22καὶ εἶπε Μωυσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα.
22その日、わたしの民が住むゴシェンの地を区別し、そこにはあぶの群れがいないようにする。わたしがこの地のただ中にいる主であることを、あなたが知るためである。
23ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπε Κύριος ἡμῖν.
23わたしはわたしの民とあなたの民とを区別する。明日、このしるしが起こるであろう。」』」
24καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον.
24主はそのようにされた。激しいハエの群れがファラオの家とその家臣たちの家に入って来た。エジプトの地全体で、地はハエの群れによって荒れ果てた。
25εἶπε δὲ Μωυσῆς· ¨Οδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν Θεόν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ.
25ファラオはモーセとアロンを呼び寄せて言った。「行って、この地であなたがたの神にいけにえを献げなさい。」
26ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν·
26モーセは言った。「そのようにはできません。私たちはエジプト人が忌み嫌うものを、私たちの神、主へのいけにえとして献げるからです。エジプト人の目の前でそれを献げれば、彼らは私たちを石で打ち殺すでしょう。
27ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία.
27私たちは荒野へ三日の道のりを行き、私たちの神、主に命じられる通りにいけにえを献げます。」
28καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.
28ファラオは言った。「あなたがたを行かせよう。あなたがたは荒野であなたがたの神、主にいけにえを献げなさい。ただし、決して遠くへ行ってはならない。私のために祈ってくれ。」
no verse 29 in this text
29モーセは言った。「私はあなたのもとを出て、主に祈ります。明日、あぶの群れはファラオと家臣と民から去るでしょう。ただし、民を行かせて主にいけにえを献げさせることについて、これ以上欺かないでください。」
no verse 30 in this text
30モーセはファラオのところから出て行き、主に祈った。
no verse 31 in this text
31主はモーセの言葉通りにされ、ハエの群れをファラオと、その家臣と、その民から取り除かれた。一匹も残らなかった。
no verse 32 in this text
32しかしファラオは、この時も心をかたくなにし、民を行かせなかった。
Tip: use the ← and → keys to turn chapters.