ΞΟΔΟΣ
Chapter 23
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΟΥ παραδέξῃ ἀκοὴν ματαίαν. οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.
1偽りのうわさを広めてはならない。悪者に手を貸し、悪意ある証人となってはならない。
2οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.
2群衆に従って悪を行ってはならない。裁判で群衆に同調して証言し、正義を曲げてはならない。
3καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.
3貧しい者だからといって、訴訟で不当に肩入れしてはならない。
4ἐὰν δὲ συναντήσῃς τῷ βοΐ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ.
4敵の牛やろばが迷っているのに出会ったなら、必ずその人のもとへ連れ戻しなさい。
5ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόνον αὐτοῦ, οὐ παρελεύσῃ αὐτό, ἀλλὰ συναρεῖς αὐτὸ μετ᾿ αὐτοῦ.
5あなたを憎む者のろばが荷の下に倒れているのを見たなら、見捨ててはならない。その人と共に、必ず助け起こしなさい。
6οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ.
6貧しい者の訴訟で、正義を曲げてはならない。
7ἀπὸ παντὸς ρήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.
7偽りの訴えから遠ざかり、罪のない正しい者を殺してはならない。わたしは悪者を義とはしない。
8καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ρήματα δίκαια.
8賄賂を受け取ってはならない。賄賂は目の見える者を盲目にし、正しい者の言葉を曲げる。
9καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.
9寄留者をしいたげてはならない。あなたがたもエジプトの地で寄留者であったので、寄留者の心を知っている。
10Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γεννήματα αὐτῆς·
10六年間、土地に種をまき、その収穫を集めなさい。
11τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου, τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία. οὕτω ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου.
11七年目には耕作をやめ、土地を休ませなさい。あなたの民の貧しい者がそこから食べ、残りを野の動物が食べる。ぶどう園とオリーブ畑についても同じようにする。
12ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις, ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος.
12六日間は仕事をし、七日目には休みなさい。牛とろばが休み、女奴隷の子と寄留者も息をつくことができるためである。
13πάντα, ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε. Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.
13わたしがあなたがたに言ったすべてのことに注意を払いなさい。他の神々の名を呼び求めてはならない。それがあなたの口から聞かれるようにしてはならない。
14τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.
14年に三度、わたしのために祭りを祝いなさい。
15τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.
15種なしパンの祭りを守りなさい。命じた通り、アビブの月の定められた時に七日間、種なしパンを食べる。この月にあなたはエジプトから出た。誰も手ぶらでわたしの前に出てはならない。
16καὶ ἑορτὴν θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ᾿ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου.
16畑にまいた労働の初穂をもって刈り入れの祭りを祝い、年の終わりには、畑から労働の実りを集めて取り入れの祭りを祝いなさい。
17τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.
17年に三度、男子はみな主なる神の前に出る。
18ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου, οὐ δὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωΐ.
18あなたはわたしのいけにえの血を、種入りパンと共に献げてはならない。わたしの祭りの脂肪を、朝まで夜通し残しておいてはならない。
19τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
19土地の初穂の最上のものを、あなたの神、主の家へ持って来なさい。子山羊をその母の乳で煮てはならない。
20Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι.
20見よ、わたしはあなたの前に使いを遣わし、道中であなたを守り、わたしが備えた場所にあなたを導き入れる。
21πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε, τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ᾿ αὐτῷ.
21彼に心を留め、その声に聞き従いなさい。逆らってはならない。彼はあなたがたの背きを赦さない。わたしの名が彼の内にある。
22ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ρήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι·
22しかし、もしあなたが確かに彼の声に聞き従い、わたしが語るすべてのことを行うなら、わたしはあなたの敵の敵となり、あなたの仇の仇となる。
23πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.
23わたしの使いはあなたの前を行き、アモリ人、ヘト人、ペリジ人、カナン人、ヒビ人、エブス人の地へ導き入れる。わたしは彼らを断ち切る。
24οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐ δὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.
24彼らの神々にひれ伏したり、仕えたりしてはならない。その習わしにならってはならない。かえって、それらを徹底して打ち倒し、石の柱を打ち砕きなさい。
25καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφ᾿ ὑμῶν.
25あなたがたの神、主に仕えなさい。主はパンと水を祝福される。わたしはあなたがたの中から病を取り除く。
26οὐκ ἔσται ἄγονος οὐδὲ στείρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρῶν ἀναπληρώσω.
26あなたの地には流産する者も、不妊の者もいなくなる。わたしはあなたの日数を満たす。
27καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τά ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τούς ὑπεναντίους σου φυγάδας.
27わたしはあなたの前に恐怖を送り、あなたが行く先のすべての民を混乱させる。敵はみな、あなたに背を向けて逃げる。
28καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς Ἀμορραίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπό σοῦ.
28わたしはあなたの前にスズメバチを送り、ヒビ人、カナン人、ヘト人をあなたの前から追い出させる。
29οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς.
29わたしは一年で彼らをあなたの前から追い出すことはしない。地が荒れ果て、野の動物があなたに対して増えすぎないためである。
30κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν.
30あなたがたが増え、その地を受け継ぐまで、わたしは少しずつ彼らをあなたの前から追い出す。
31καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.
31あなたの境界を紅海からペリシテ人の海まで、荒野から大河までとする。わたしはその地の住民をあなたの手に渡す。あなたは彼らを前から追い出しなさい。
32οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην,
32あなたは彼らや彼らの神々と契約を結んではならない。
33καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρός με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα.
33彼らをあなたの地に住ませてはならない。彼らがあなたに、わたしに対して罪を犯させないためである。もしあなたが彼らの神々に仕えるなら、それは必ずあなたにとって罠となる。」

Tip: use the ← and → keys to turn chapters.