ΕΚΚΛΗΣΙΑΣΤΗΣ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΙΠΟΝ ἐγὼ ἐν καρδίᾳ μου· δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθῷ· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης.
1我心里说:「来吧,我以喜乐试试你,你好享福!」谁知,这也是虚空。
2τῷ γέλωτι εἶπα περιφοράν, καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς;
2我指嬉笑说:「这是狂妄。」论喜乐说:「有何功效呢?」
3καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπ᾿ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.
3我心里察究,如何用酒使我肉体舒畅,我心却仍以智慧引导 我 ;又如何持住愚昧,等我看明世人,在天下一生当行何事为美。
4ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους. ἐφύτευσά μοι ἀμπελῶνας,
4我为自己动大工程,建造房屋,栽种葡萄园,
5ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ·
5修造园囿,在其中栽种各样果木树;
6ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ᾿ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα·
6挖造水池,用以浇灌嫩小的树木。
7ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ·
7我买了仆婢,也有生在家中的仆婢;又有许多牛群羊群,胜过以前在 耶路撒冷 众人所有的。
8συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας·
8我又为自己积蓄金银和君王的财宝,并各省的财宝;又得唱歌的男女和世人所喜爱的物,并许多的妃嫔。
9καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία μου ἐστάθη μοι.
9这样,我就日见昌盛,胜过以前在 耶路撒冷 的众人。我的智慧仍然存留。
10καὶ πᾶν, ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ᾿ αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου.
10凡我眼所求的,我没有留下不给它的;我心所乐的,我没有禁止不享受的;因我的心为我一切所劳碌的快乐,这就是我从劳碌中所得的分。
11καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον.
11后来,我察看我手所经营的一切事和我劳碌所成的功。谁知都是虚空,都是捕风;在日光之下毫无益处。
12καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καί ἀφροσύνην· ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν;
12我转念观看智慧、狂妄,和愚昧。在王以后而来的人还能做什么呢?也不过行早先所行的就是了。
13καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος.
13我便看出智慧胜过愚昧,如同光明胜过黑暗。
14τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
14智慧人的眼目光明,愚昧人在黑暗里行。我却看明有一件事,这两等人都必遇见。
15καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι, καὶ ἱνατί ἐσοφισάμην ἐγώ; τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης.
15我就心里说:「愚昧人所遇见的,我也必遇见,我为何更有智慧呢?」我心里说,这也是虚空。
16ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;
16智慧人和愚昧人一样,永远无人记念,因为日后都被忘记;可叹智慧人死亡,与愚昧人无异。
17καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ᾿ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
17我所以恨恶生命;因为在日光之下所行的事我都以为烦恼,都是虚空,都是捕风。
18καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου, ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ᾿ ἐμέ·
18我恨恶一切的劳碌,就是我在日光之下的劳碌,因为我得来的必留给我以后的人。
19καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης.
19那人是智慧是愚昧,谁能知道?他竟要管理我劳碌所得的,就是我在日光之下用智慧所得的。这也是虚空。
20καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον,
20故此,我转想我在日光之下所劳碌的一切工作,心便绝望。
21ὅτι ἐστὶν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη·
21因为有人用智慧、知识、灵巧所劳碌得来的,却要留给未曾劳碌的人为分。这也是虚空,也是大患。
22ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον.
22人在日光之下劳碌累心,在他一切的劳碌上得着什么呢?
23ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστίν.
23因为他日日忧虑,他的劳苦成为愁烦,连夜间心也不安。这也是虚空。
24οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν·
24人莫强如吃喝,且在劳碌中享福,我看这也是出于 神的手。
25ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ;
25论到吃用、享福,谁能胜过我呢?
26ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καί τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
26神喜悦谁,就给谁智慧、知识,和喜乐;惟有罪人, 神使他劳苦,叫他将所收聚的、所堆积的归给 神所喜悦的人。这也是虚空,也是捕风。
Tip: use the ← and → keys to turn chapters.