ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Chapter 10
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 10

Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·
1その時、主はわたしに言われた。「最初のような二枚の石の板を切り出し、山に登ってわたしのところに来なさい。また、木で箱を作りなさい。
2καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν.
2あなたが砕いた最初の板にあった言葉を、わたしはその板に書き記す。あなたはそれを箱の中に納めなさい。」
3καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καί ἐλάξευσα τὰς πλάκας λιθίνας, ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου.
3そこでわたしはアカシアの木で箱を作り、最初のような二枚の石の板を切り出し、その二枚の板を手に持って山に登った。
4καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί.
4主は最初の書き記しと同じように、集まりの日に山で火のただ中から主があなたがたに語られた十戒を、その板に書き記された。そして主はそれをわたしに与えられた。
5καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος.
5わたしは向きを変えて山から下り、わたしが作った箱の中にその板を納めた。主がわたしに命じられたように、それはそこにある。
6καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν Ἰακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν Ἀαρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
6(イスラエルの子らはベエロト・ベネ・ヤアカンからモセラへ旅立った。アロンはそこで死に、そこに葬られた。彼の子エルアザルが彼に代わって祭司の務めを果たした。
7ἐκεῖθεν ἀπῇραν εἰς Γαδγὰδ καὶ ἀπὸ Γαδγὰδ εἰς Ἐτεβαθᾶ, γῆ χείμαρροι ὑδάτων.
7そこから彼らはグドゴダへ旅立ち、グドゴダから水路の地であるヨトバタへ旅立った。
8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
8その時、主は主の契約の箱を担ぎ、主の前に立って主に仕え、主の御名によって祝福するために、レビの部族をえり分けられた。それは今日に至っている。
9διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
9それゆえ、レビには彼の兄弟たちとともに持つ割り当ても所有地もない。あなたの神、主が彼に語られたとおり、主が彼の所有地である。)
10κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι ὑμᾶς.
10わたしは最初の時と同じように、四十日四十夜、山にとどまった。主はその時もわたしの願いを聞き入れられた。主はあなたを滅ぼすことはされなかった。
11καὶ εἶπε Κύριος πρός με· βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομήτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
11主はわたしに言われた。「立ち上がり、民の先頭に立って旅立ちなさい。彼らが入って行き、わたしが彼らの父祖たちに与えると誓ったその地を所有するためである。」
12Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
12今、イスラエルよ。あなたの神、主があなたに求めておられることは何か。ただ、あなたの神、主を恐れ、そのすべての道を歩み、主を愛し、心を尽くし、魂を尽くして、あなたの神、主に仕えること、
13φυλάσσεσθαι τάς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;
13あなたの幸せのために、わたしが今日あなたに命じる主の命令と掟を守ることではないか。
14ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ·
14見よ、天と天の天、地とそこにあるすべてのものは、あなたの神、主のものである。
15πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην.
15ただ主はあなたの父祖たちを喜んで愛された。そして今日あるように、すべての民に勝って彼らの後の子孫、すなわちあなたがたを選ばれた。
16καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι·
16心の包皮に割礼を施せ。もう、うなじを固くしてはならない。
17ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας· καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον,
17あなたがたの神、主は神々の神、主の主であり、人をえこひいきせず、賄賂を受け取らない、大いなる、力強い、恐るべき神だからである。
18ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.
18主は孤児ややもめのために裁きを行い、寄留者を愛して彼に食べ物と着物を与えられる。
19καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.
19それゆえ、寄留者を愛しなさい。あなたがたもエジプトの地で寄留者であったからである。
20Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·
20あなたの神、主を恐れ、主に仕え、主にすがり、主の御名によって誓え。
21οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου.
21主はあなたの賛美であり、あなたの目が見たこれらの大いなる恐るべきことをあなたのために行われた、あなたの神である。
22ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέ σε Κύριος ὁ Θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.
22あなたの父祖たちは七十人でエジプトに下ったが、今やあなたの神、主は、あなたを天の星のように多くされた。

Tip: use the ← and → keys to turn chapters.