ΜΑΚΚΑΒΑΙΩΝ Γ 6
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΕΛΕΑΖΑΡΟΣ δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον Θεὸν προσηύξατο τάδε·
1Ἐλεαζάρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς, καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον Θεὸν προσηύξατο τάδε·
2βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ Θεὲ τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,
2Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ Θεὲ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,
3ἔπιδε ἐπὶ Ἁβραὰμ σπέρμα, ἐπὶ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον, πάτερ.
3ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐπὶ ἡγιασμένου τέκνα Ἰακὼβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον, πάτερ.
4σὺ Φαραὼ πληθύνοντα ἅρμασι, τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην, ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορρήμονι, σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.
4Σὺ Φαραὼ πληθύνοντα ἅρμασι, τὸ πρὶν Αἰγύπτου ταύτης δυνάστην, ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλοῤῥήμονι, σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.
5σὺ τὸν ἀναριθμήτοις δυνάμεσι γαυρωθέντα Σενναχηρείμ, βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει σύ, Δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσι πολλοῖς τὸ σὸν κράτος.
5Σὺ τὸν ἀναριθμήτοις δυνάμεσι γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν, καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, Δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἐθνεσι πολλοῖς τὸ σὸν κράτος.
6σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους, πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
6Σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐῤῥύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
7σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ριφέντα θηρσὶ βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ,
7Σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·
8τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφειδῶς ἀπήμαντον πᾶσιν οἰκείοις ἀνέδειξας, πάτερ.
8Τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδῶς, ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδειξας, πάτερ.
9καὶ νῦν μίσυβρι, πολυέλεε, τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ἰσραὴλ γένους, ὑπὸ δὲ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
9Καὶ νῦν μισούβρι, πολυέλεε, τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ἰσραὴλ γένους, ὑπὸ δὲ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ρυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ὡς προαιρῇ, Δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
10Εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ὡς προαιρῇ, Δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
11μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ λέγοντες· οὐδὲ ὁ Θεὸς αὐτῶν ἐρρύσατο αὐτούς.
11Μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες, οὐδὲ ὁ Θεὸς αὐτῶν ἐῤῥύσατο αὐτούς.
12σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθ᾿ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῆν μεθιστανομένους ἐν ἐπιβούλων τρόπῳ.
12Σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.
13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δύναμιν ἔχων ἐπί σωτηρίᾳ Ἰακὼβ γένους.
13Πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμιν ἔχων, ἐπὶ σωτηρία Ἰακὼβ γένους.
14ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
14Ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
15δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθ᾿ ἡμῶν εἶ, Κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν, ἀλλὰ καθὼς εἶπας ὅτι οὐδ᾿ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπερεῖδες αὐτούς, οὕτως ἐπιτέλεσον, Κύριε.
15Δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ Κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας, ὅτι οὐδʼ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, Κύριε.
16Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγε.
16Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.
17καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον οἰμωγὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
17Καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας, ἀκατάσχετον οἰμωγὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
18τότε ὀ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς Θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξε τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσι, πλὴν τοῖς Ἰουδαίοις,
18Τότε ὁ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς Θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξε τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσι πλὴν τοῖς Ἰουδαίοις,
19καὶ ἀντέστησαν καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.
19καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας, καὶ ἀκινήτοις ἔδησαν πέδαις.
20καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβε.
20Καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβε.
21καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις καὶ κατεπάτουν αὐτὰς καὶ ὠλόθρευον.
21Καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλόθρευον.
22καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων.
22Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων.
23ἀκούσας γὰρ τῆς κραυγῆς καὶ συνιδῶν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετὰ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο λέγων·
23Ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετὰ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων,
24παραβασιλεύετε καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾶν, λάθρα μηχανώμενοι τὰ μὴ συμὑφεροντα τῇ βασιλείᾳ.
24Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι· καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ.
25τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα, τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;
25Τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα, τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;
26τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους, οὕτως ἀθέσμοις περιέβαλεν αἰκίαις;
26Τίς τοὺς ἐξαρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους, οὕτως ἀθέσμοις περιέβαλεν αἰκίαις;
27λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ᾿ εἰρήνης ἐξαποστείλατε, τὰ προπεπραγμένα παραιτησάμενοι.
27Λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετʼ εἰρήνης ἐξαποστείλατε, τὰ προπεπραγμένα παραιτησάμενοι.
28ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου Θεοῦ ζῶντος, ὃς ἀφ᾿ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν.
28Ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου Θεοῦ ζῶντος, ὃς ἀφʼ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν.
29ὁ μὲν οὖν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες τὸν ἅγιον σωτῆρα Θεὸν αὐτῶν εὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφευγότες.
29Ὁ μὲν οὖν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα Θεὸν αὐτῶν εὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφευγότες.
30Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγείς, τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτά, κρίνας αὐτοὺς ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἄγειν.
30Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγεὶς, τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτὰ, κρίνας αὐτοὺς ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἄγειν.
31τότε οἱ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δ᾿ ἐπ᾿ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσαιάκτου μόρου, κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμέρισαν πλήρεις χαρμονῆς.
31Τότε οἱ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δὲ ἐπʼ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσαιάκτου μόρου, κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμέρισαν πλήρεις χαρμονῆς.
32καταλήξαντες δὲ θρήνου πανόδυρτον μέλος ἀνέλαβον ᾠδὴν πάτριον, τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες Θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον.
32Καταλήξαντες δὲ θρήνου πανόδυρτον μέλος, ἀνέλαβον ᾠδὴν πάτριον, τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες Θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι, χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον.
33ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγών, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλοπρεπῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ.
33Ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ.
34οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι, μετὰ χαρᾶς ἀπογραψάμενοι κατεστέναξαν, αἰσχύνην ἐφ᾿ ἑαυτοῖς περιβαλλόμενοι καὶ τὴν πυρίπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι.
34Οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι, μετὰ χαρᾶς ἀπογραψάμενοι, κατεστέναξαν, αἰσχύνην ἐφʼ ἑαυτοῖς περιβαλλόμενοι, καὶ τὴν πυρίπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι.
35οἵ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορόν, μετ᾿ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον,
35Οἵ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορὸν, μετʼ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον.
36καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεάς, τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ Θεὸν γενομένης αὐτοῖς.
36καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεὰς, τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ Θεὸν γενομένης αὐτοῖς.
37ἐνέτυχον δὲ τῷ βασιλεῖ τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι.
37Ἐνέτυχον δὲ τῷ βασιλεῖ, τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι.
38ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφί, ἐπὶ ἡμέρας τεσσαράκοντα, συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν,
38Ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφὶ, ἐπὶ ἡμέρας τεσσαράκοντα· συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν.
39ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν ὅλων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν.
39Ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν ὅλων δυνάστης, ἀπταίστους αὐτοὺς ἐῤῥύσατο ὁμοθυμαδόν.
40εὐωχοῦντο δὲ πάνθ᾿ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.
40Εὐωχοῦντο δὲ πάνθʼ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.
41συναινέσας τε αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν.
41Συναινέσας τε αὐτοὺς ὁ βασιλεὺς, ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν.
Tip: use the ← and → keys to turn chapters.