ΒΑΣΙΛΕΙΩΝ Δ
Chapter 7
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Δ 7

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ εἶπεν Ἑλισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
1以利沙 说:「你们要听耶和华的话,耶和华如此说:明日约到这时候,在 撒马利亚 城门口,一细亚细面要 卖 银一舍客勒,二细亚大麦也要 卖 银一舍客勒。」
2καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ.
2有一个搀扶王的军长对神人说:「即便耶和华使天开了窗户,也不能有这事。」 以利沙 说:「你必亲眼看见,却不得吃。」
3καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν;
3在城门那里有四个长大麻风的人,他们彼此说:「我们为何坐在这里等死呢?
4ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.
4我们若说,进城去吧!城里有饥荒,必死在那里;若在这里坐着不动,也必是死。来吧,我们去投降 亚兰 人的军队,他们若留我们的活命,就活着;若杀我们,就死了吧!」
5καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.
5黄昏的时候,他们起来往 亚兰 人的营盘去;到了营边,不见一人在那里。
6καὶ κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ· νῦν ἐμισθώσατο ἐφ᾿ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ᾿ ἡμᾶς.
6因为主使 亚兰 人的军队听见车马的声音,是大军的声音;他们就彼此说:「这必是 以色列 王贿买 赫 人的诸王和 埃及 人的诸王来攻击我们。」
7καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.
7所以,在黄昏的时候他们起来逃跑,撇下帐棚、马、驴,营盘照旧,只顾逃命。
8καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ᾖραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν· καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν.
8那些长大麻风的到了营边,进了帐棚,吃了喝了,且从其中拿出金银和衣服来,去收藏了;回来又进了一座帐棚,从其中拿出财物来去收藏了。
9καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστί, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωΐ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.
9那时,他们彼此说:「我们所做的不好!今日是有好信息的日子,我们竟不作声!若等到天亮,罪必临到我们。来吧,我们与王家报信去!」
10καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες· εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί.
10他们就去叫守城门的,告诉他们说:「我们到了 亚兰 人的营,不见一人在那里,也无人声,只有拴着的马和驴,帐棚都照旧。」
11καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.
11守城门的叫了众守门的人来,他们就进去与王家报信。
12καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ· ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ὑμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες· ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα.
12王夜间起来,对臣仆说:「我告诉你们 亚兰 人向我们如何行。他们知道我们饥饿,所以离营,埋伏在田野,说:『 以色列 人出城的时候,我们就活捉他们,得以进城。』」
13καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε· λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα.
13有一个臣仆对王说:「我们不如用城里剩下之马中的五匹马(马和城里剩下的 以色列 人都是一样,快要灭绝),打发人去窥探。」
14καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων· δεῦτε καὶ ἴδετε.
14于是取了两辆车和马,王差人去追寻 亚兰 军,说:「你们去窥探窥探。」
15καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.
15他们就追寻到 约旦河 ,看见满道上都是 亚兰 人急跑时丢弃的衣服器具,使者就回来报告王。
16καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ρῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.
16众人就出去,掳掠 亚兰 人的营盘。于是一细亚细面 卖 银一舍客勒,二细亚大麦也 卖 银一舍客勒,正如耶和华所说的。
17καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
17王派搀扶他的那军长在城门口弹压,众人在那里将他践踏,他就死了,正如神人在王下来见他的时候所说的。
18καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα λέγων· δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας·
18神人曾对王说:「明日约到这时候,在 撒马利亚 城门口,二细亚大麦要 卖 银一舍客勒,一细亚细面也要 卖 银一舍客勒。」
19καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.
19那军长对神人说:「即便耶和华使天开了窗户,也不能有这事。」神人说:「你必亲眼看见,却不得吃。」
20καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε.
20这话果然应验在他身上;因为众人在城门口将他践踏,他就死了。

Tip: use the ← and → keys to turn chapters.