ΒΑΣΙΛΕΙΩΝ Δ 20
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΕΝ ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας εἰς θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.
1Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον· καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἔντειλαι τῷ οἴκῳ σου, ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.
2καὶ ἀπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων·
2Καὶ ἐπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον λέγων
3Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
3Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
4καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων·
4Καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων,
5ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου·
5ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου.
6καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
6Καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη· καὶ ἐκ χειρὸς· βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
7καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
7Καὶ εἶπε, λαβέτωσαν παλάθην σύκων, καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
8καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
8Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
9καὶ εἶπεν Ἡσαΐας· τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς.
9Καὶ εἶπεν Ἡσαΐας, τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμοὺς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς.
10καὶ εἶπεν Ἐζεκίας· κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.
10Καὶ εἶπεν Ἐζεκίας, κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχὶ, ἀλλʼ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.
11καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
11Καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
12ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Ἐζεκίας.
12Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠῤῥώστησεν Ἐζεκίας.
13καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Ἐζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
13Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθὰ, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθὸν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα εὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
14καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν ἥκασι πρός σε; καὶ εἶπεν Ἐζεκίας· ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.
14Καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν, καὶ εἶπε πρὸς αὐτόν, τί ἐλάλησαν οἱ ἄνδρες οὖτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ γῆς πόῤῥωθεν ἥκασιν πρὸς μὲ, ἐκ Βαβυλῶνος.
15καὶ εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα, ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
15Καὶ εἶπε, τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
16καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· ἄκουσον λόγον Κυρίου·
16Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, ἄκουσον λόγον Κυρίου,
17ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ρῆμα, ὃ εἶπε Κύριος·
17ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπε Κύριος.
18καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.
18Καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις, λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.
19καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
19Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
20καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
20Καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
21καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
21Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.