ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 26
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασίου.
1猶大 眾民立 亞瑪謝 的兒子 烏西雅 接續他父作王,那時他年十六歲。(
2αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
2亞瑪謝 與他列祖同睡之後, 烏西雅 收回 以祿 仍歸 猶大 ,又重新修理。)
3υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν Ὀζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερουσαλήμ.
3烏西雅 登基的時候年十六歲,在 耶路撒冷 作王五十二年。他母親名叫 耶可利雅 ,是 耶路撒冷 人。
4καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμασίας ὁ πατὴρ αὐτοῦ.
4烏西雅 行耶和華眼中看為正的事,效法他父 亞瑪謝 一切所行的;
5καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος.
5通曉上帝默示, 撒迦利亞 在世的時候, 烏西雅 定意尋求上帝;他尋求耶和華,上帝就使他亨通。
6καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη Ἰαβνὴ καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.
6他出去攻擊 非利士 人,拆毀了 迦特 城、 雅比尼 城,和 亞實突 城;在 非利士 人中,在 亞實突 境內,又建築了些城。
7καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.
7上帝幫助他攻擊 非利士 人和住在 姑珥‧巴力 的 阿拉伯 人,並 米烏尼 人。
8καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.
8亞捫 人給 烏西雅 進貢。他的名聲傳到 埃及 ,因他甚是強盛。
9καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε.
9烏西雅 在 耶路撒冷 的 角門 和 谷門 ,並 城牆 轉彎之處,建築城樓,且甚堅固;
10καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.
10又在曠野與高原和平原,建築望樓,挖了許多井,因他的牲畜甚多;又在山地和佳美之地,有農夫和修理葡萄園的人,因為他喜悅農事。
11καὶ ἐγένετο τῷ Ὀζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ἰεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς Ἀνανίου τοῦ διαδόχου τοῦ βασιλέως.
11烏西雅 又有軍兵,照書記 耶利 和官長 瑪西雅 所數點的,在王的一個將軍 哈拿尼雅 手下,分隊出戰。
12πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,
12族長、大能勇士的總數共有二千六百人,
13καὶ μετ' αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.
13他們手下的軍兵共有三十萬七千五百人,都有大能,善於爭戰,幫助王攻擊仇敵。
14καὶ ἡτοίμασεν αὐτοῖς Ὀζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.
14烏西雅 為全軍預備盾牌、槍、盔、甲、弓,和甩石的機弦,
15καὶ ἐποίησεν ἐν Ἱερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε.
15又在 耶路撒冷 使巧匠做機器,安在城樓和角樓上,用以射箭發石。 烏西雅 的名聲傳到遠方;因為他得了非常的幫助,甚是強盛。
16Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.
16他既強盛,就心高氣傲,以致行事邪僻,干犯耶和華-他的上帝,進耶和華的殿,要在香壇上燒香。
17καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς καὶ μετ' αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ
17祭司 亞撒利雅 率領耶和華勇敢的祭司八十人,跟隨他進去。
18καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ· οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
18他們就阻擋 烏西雅 王,對他說:「 烏西雅 啊,給耶和華燒香不是你的事,乃是 亞倫 子孫承接聖職祭司的事。你出聖殿吧!因為你犯了罪。你行這事,耶和華上帝必不使你得榮耀。」
19καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.
19烏西雅 就發怒,手拿香爐要燒香。他向祭司發怒的時候,在耶和華殿中香壇旁眾祭司面前,額上忽然發出大痲瘋。
20καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.
20大祭司 亞撒利雅 和眾祭司觀看,見他額上發出大痲瘋,就催他出殿;他自己也急速出去,因為耶和華降災與他。
21καὶ Ὀζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ Ἰωάθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.
21烏西雅 王長大痲瘋直到死日,因此住在別的宮裏,與耶和華的殿隔絕。他兒子 約坦 管理家事,治理國民。
22καὶ οἱ λοιποὶ λόγοι Ὀζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ἰεσσίου τοῦ προφήτου.
22烏西雅 其餘的事,自始至終都是 亞摩斯 的兒子先知 以賽亞 所記的。
23καὶ ἐκοιμήθη Ὀζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
23烏西雅 與他列祖同睡,葬在王陵的田間他列祖的墳地裏;因為人說,他是長大痲瘋的。他兒子 約坦 接續他作王。
Tip: use the ← and → keys to turn chapters.