ΜΑΚΚΑΒΑΙΩΝ Α 7
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΕΤΟΥΣ ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ.
1In the hundred and one and fiftieth year Demetrius the son of Seleucus departed from Rome, and came up with a few men unto a city of the sea coast, and reigned there.
2καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
2And as he entered into the palace of his ancestors, so it was, that his forces had taken Antiochus and Lysias, to bring them unto him.
3καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπε· μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν.
3Wherefore, when he knew it, he said, Let me not see their faces.
4καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισε Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ.
4So his host slew them. Now when Demetrius was set upon the throne of his kingdom,
5καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν, βουλόμενος ἱερατεύειν.
5There came unto him all the wicked and ungodly men of Israel, having Alcimus, who was desirous to be high priest, for their captain:
6καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες· ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισαν ἀπὸ τῆς γῆς ἡμῶν·
6And they accused the people to the king, saying, Judas and his brethren have slain all thy friends, and driven us out of our own land.
7νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολόθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς.
7Now therefore send some man whom thou trustest, and let him go and see what havock he hath made among us, and in the king’s land, and let him punish them with all them that aid them.
8καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ
8Then the king chose Bacchides, a friend of the king, who ruled beyond the flood, and was a great man in the kingdom, and faithful to the king,
9καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
9And him he sent with that wicked Alcimus, whom he made high priest, and commanded that he should take vengeance of the children of Israel.
10καὶ ἀπῇραν καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.
10So they departed, and came with a great power into the land of Judea, where they sent messengers to Judas and his brethren with peaceable words deceitfully.
11καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς.
11But they gave no heed to their words; for they saw that they were come with a great power.
12καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια,
12Then did there assemble unto Alcimus and Bacchides a company of scribes, to require justice.
13καὶ πρῶτοι οἱ Ἁσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραὴλ καὶ ἐπεζήτουν παρ᾿ αὐτῶν εἰρήνην·
13Now the Assideans were the first among the children of Israel that sought peace of them:
14εἶπαν γάρ· ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσι καὶ οὐκ ἀδικήσει ἡμᾶς.
14For said they, One that is a priest of the seed of Aaron is come with this army, and he will do us no wrong.
15καὶ ἐλάλησε μετ᾿ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων· οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν.
15So he spake unto them, peaceably, and sware unto them, saying, we will procure the harm neither of you nor your friends.
16καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψε·
16Whereupon they believed him: howbeit he took of them threescore men, and slew them in one day, according to the words which he wrote,
17σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων.
17The flesh of thy saints have they cast out, and their blood have they shed round about Jerusalem, and there was none to bury them.
18καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος ἐπὶ πάντα τὸν λαόν, ὅτι εἶπαν· οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν.
18Wherefore the fear and dread of them fell upon all the people, who said, There is neither truth nor righteousness in them; for they have broken the covenant and oath that they made.
19καὶ ἀπῇρε Βακχίδης ἀπὸ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βηθζαὶθ καὶ ἀπέστειλε καὶ συνέλαβε πολλοὺς ἀπὸ τῶν ἀπ᾿ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα.
19After this, removed Bacchides from Jerusalem, and pitched his tents in Bezeth, where he sent and took many of the men that had forsaken him, and certain of the people also, and when he had slain them, he cast them into the great pit.
20καὶ κατέστησε τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκε μετ᾿ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθε Βακχίδης πρὸς τὸν βασιλέα.
20Then committed he the country to Alcimus, and left with him a power to aid him: so Bacchides went to the king.
21καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης,
21But Alcimus contended for the high priesthood.
22καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ἰούδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ἰσραήλ.
22And unto him resorted all such as troubled the people, who, after they had gotten the land of Juda into their power, did much hurt in Israel.
23καὶ εἶδεν Ἰούδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ᾿ αὐτοῦ ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ τὰ ἔθνη,
23Now when Judas saw all the mischief that Alcimus and his company had done among the Israelites, even above the heathen,
24καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ἰουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσι τοῖς αὐτομολήσασι, καὶ ἀνεστάλησαν τοῦ πορεύεσθαι εἰς τὴν χώραν.
24He went out into all the coasts of Judea round about, and took vengeance of them that had revolted from him, so that they durst no more go forth into the country.
25ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ἰούδας καὶ οἱ μετ᾿ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψε πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.
25On the other side, when Alcimus saw that Judas and his company had gotten the upper hand, and knew that he was not able to abide their force, he went again to the king, and said all the worst of them that he could.
26Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ἰσραὴλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.
26Then the king sent Nicanor, one of his honourable princes, a man that bare deadly hate unto Israel, with commandment to destroy the people.
27καὶ ἦλθε Νικάνωρ εἰς Ἱερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλε πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων·
27So Nicanor came to Jerusalem with a great force; and sent unto Judas and his brethren deceitfully with friendly words, saying,
28μὴ ἔστω μάχην ἀναμέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ὑμῶν ἴδω τὰ πρόσωπα μετ᾿ εἰρήνης.
28Let there be no battle between me and you; I will come with a few men, that I may see you in peace.
29καὶ ἦλθε πρὸς Ἰούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπᾶσαι τὸν Ἰούδαν.
29He came therefore to Judas, and they saluted one another peaceably. Howbeit the enemies were prepared to take away Judas by violence.
30καὶ ἐγνώσθη ὁ λόγος τῷ Ἰούδᾳ ὅτι μετὰ δόλου ἦλθεν ἐπ᾿ αὐτόν, καὶ ἐπτοήθη ἀπ᾿ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.
30Which thing after it was known to Judas, to wit, that he came unto him with deceit, he was sore afraid of him, and would see his face no more.
31καὶ ἔγνω Νικάνωρ, ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰούδᾳ ἐν πολέμῳ κατὰ Χαφαρσαλαμά.
31Nicanor also, when he saw that his counsel was discovered, went out to fight against Judas beside Capharsalama:
32καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ.
32Where there were slain of Nicanor’s side about five thousand men, and the rest fled into the city of David.
33Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.
33After this went Nicanor up to mount Sion, and there came out of the sanctuary certain of the priests and certain of the elders of the people, to salute him peaceably, and to shew him the burnt sacrifice that was offered for the king.
34καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως·
34But he mocked them, and laughed at them, and abused them shamefully, and spake proudly,
35καὶ ὤμοσε μετὰ θυμοῦ λέγων· ἐὰν μὴ παραδοθῇ Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθε μετὰ θυμοῦ μεγάλου.
35And sware in his wrath, saying, Unless Judas and his host be now delivered into my hands, if ever I come again in safety, I will burn up this house: and with that he went out in a great rage.
36καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον·
36Then the priests entered in, and stood before the altar and the temple, weeping, and saying,
37σύ, Κύριε, ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ᾿ αὐτῷ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου·
37Thou, O Lord, didst choose this house to be called by thy name, and to be a house of prayer and petition for thy people:
38ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ρομφαίᾳ· μνήσθητι τῶν δυσφηριῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν.
38Be avenged of this man and his host, and let them fall by the sword: remember their blasphemies, and suffer them not to continue any longer.
39καὶ ἐξῆλθε Νικάνωρ ἐξ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βαιθωρών, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας.
39So Nicanor went out of Jerusalem, and pitched his tents in Bethhoron, where an host out of Syria met him.
40καὶ Ἰούδας παρενέβαλεν ἐν Ἀδασὰ ἐν τρισχιλίοις ἀνδράσι· καὶ προσηύξατο Ἰούδας καὶ εἶπεν·
40But Judas pitched in Adasa with three thousand men, and there he prayed, saying,
41οἱ παρὰ τοῦ βασιλέως Ἀσσυρίων ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου, Κύριε, καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας·
41O Lord, when they that were sent from the king of the Assyrians blasphemed, thine angel went out, and smote an hundred fourscore and five thousand of them.
42οὕτω σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι, ὅτι κακῶς ἐλάλησαν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.
42Even so destroy thou this host before us this day, that the rest may know that he hath spoken blasphemously against thy sanctuary, and judge thou him according to his wickedness.
43καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.
43So the thirteenth day of the month Adar the hosts joined battle: but Nicanor’s host was discomfited, and he himself was first slain in the battle.
44ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσε Νικάνωρ, ρίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον.
44Now when Nicanor’s host saw that he was slain, they cast away their weapons, and fled.
45καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γάζηρα καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξι τῶν σημασιῶν.
45Then they pursued after them a day’s journey, from Adasa unto Gazera, sounding an alarm after them with their trumpets.
46καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ρομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
46Whereupon they came forth out of all the towns of Judea round about, and closed them in; so that they, turning back upon them that pursued them, were all slain with the sword, and not one of them was left.
47καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἱερουσαλήμ.
47Afterwards they took the spoils, and the prey, and smote off Nicanors head, and his right hand, which he stretched out so proudly, and brought them away, and hanged them up toward Jerusalem.
48καὶ εὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλης·
48For this cause the people rejoiced greatly, and they kept that day a day of great gladness.
49καὶ ἔστησαν τοῦ ἄγειν κατὰ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ.
49Moreover they ordained to keep yearly this day, being the thirteenth of Adar.
50καὶ ἠσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.
50Thus the land of Juda was in rest a little while.
Tip: use the ← and → keys to turn chapters.