ΕΣΔΡΑΣ Α 9

Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΚΑΙ ἀναστὰς Ἔδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνὰν τοῦ Ἐλιασίβου,
1Then Esdras rising from the court of the temple went to the chamber of Joanan the son of Eliasib,
2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
2And remained there, and did eat no meat nor drink water, mourning for the great iniquities of the multitude.
3καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ἱερουσαλήμ·
3And there was a proclamation in all Jewry and Jerusalem to all them that were of the captivity, that they should be gathered together at Jerusalem:
4καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
4And that whosoever met not there within two or three days according as the elders that bare rule appointed, their cattle should be seized to the use of the temple, and himself cast out from them that were of the captivity.
5καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐν τρισὶν ἡμέραις εἰς Ἱερουσαλήμ (οὗτος ὁ μὴν ἔννατος τῇ εἰκάδι τοῦ μηνός),
5And in three days were all they of the tribe of Judah and Benjamin gathered together at Jerusalem the twentieth day of the ninth month.
6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.
6And all the multitude sat trembling in the broad court of the temple because of the present foul weather.
7καὶ ἀναστὰς Ἔσδρας εἶπεν αὐτοῖς· ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι τοῦ προσθεῖναι ἁμαρτίας τῷ Ἰσραήλ·
7So Esdras arose up, and said unto them, Ye have transgressed the law in marrying strange wives, thereby to increase the sins of Israel.
8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν
8And now by confessing give glory unto the Lord God of our fathers,
9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.
9And do his will, and separate yourselves from the heathen of the land, and from the strange women.
10καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ· οὕτως ὡς εἴρηκας ποιήσομεν.
10Then cried the whole multitude, and said with a loud voice, Like as thou hast spoken, so will we do.
11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι, καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
11But forasmuch as the people are many, and it is foul weather, so that we cannot stand without, and this is not a work of a day or two, seeing our sin in these things is spread far:
12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον·
12Therefore let the rulers of the multitude stay, and let all them of our habitations that have strange wives come at the time appointed,
13ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου.
13And with them the rulers and judges of every place, till we turn away the wrath of the Lord from us for this matter.
14Ἰωνάθας Ἀζαήλου καὶ Ἐζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
14Then Jonathan the son of Azael and Ezechias the son of Theocanus accordingly took this matter upon them: and Mosollam and Levis and Sabbatheus helped them.
15καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.
15And they that were of the captivity did according to all these things.
16καὶ ἐπελέξατο αὐτῷ Ἔσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατ᾿ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.
16And Esdras the priest chose unto him the principal men of their families, all by name: and in the first day of the tenth month they sat together to examine the matter.
17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
17So their cause that held strange wives was brought to an end in the first day of the first month.
18καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες·
18And of the priests that were come together, and had strange wives, there were found:
19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαθήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰωαδάνος·
19Of the sons of Jesus the son of Josedec, and his brethren; Matthelas and Eleazar, and Joribus and Joadanus.
20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.
20And they gave their hands to put away their wives and to offer rams to make reconcilement for their errors.
21καὶ ἐκ τῶν υἱῶν Ἐμμήρ, Ἀνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Σαμαῖος καὶ Ἱερεὴλ καὶ Ἀζαρίας·
21And of the sons of Emmer; Ananias, and Zabdeus, and Eanes, and Sameius, and Hiereel, and Azarias.
22καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναΐς Μασσίας Ἰσμαῆλος καὶ Ναθαναῆλος καὶ Ὠκόδηλος καὶ Σαλόας·
22And of the sons of Phaisur; Elionas, Massias Israel, and Nathanael, and Ocidelus and Talsas.
23καὶ ἐκ τῶν Λευιτῶν, Ἰωζαβάδος καὶ Σεμεΐς καὶ Κώϊος (οὗτός ἐστι Καλιτάς) καὶ Παθαῖος καὶ Ἰούδας καὶ Ἰωνάς·
23And of the Levites; Jozabad, and Semis, and Colius, who was called Calitas, and Patheus, and Judas, and Jonas.
24ἐκ τῶν ἱεροψαλτῶν, Ἐλιάσεβος, Βακχοῦρος·
24Of the holy singers; Eleazurus, Bacchurus.
25ἐκ τῶν θυρωρῶν, Σαλοῦμος καὶ Τολβάνης·
25Of the porters; Sallumus, and Tolbanes.
26ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φόρος, Ἱερμὰς καὶ Ἰεζίας καὶ Μελχίας καὶ Μαῆλος καὶ Ἐλεάζαρος καὶ Ἀσεβίας καὶ Βαναίας·
26Of them of Israel, of the sons of Phoros; Hiermas, and Eddias, and Melchias, and Maelus, and Eleazar, and Asibias, and Baanias.
27ἐκ τῶν υἱῶν Ἠλά, Ματθανίας, Ζαχαρίας καὶ Ἰεζριῆλος καὶ Ἰωαβδίος καὶ Ἱερεμὼθ καὶ Ἀϊδίας·
27Of the sons of Ela; Matthanias, Zacharias, and Hierielus, and Hieremoth, and Aedias.
28καὶ ἐκ τῶν υἱῶν Ζαμώθ, Ἐλιαδάς, Ἐλιάσιμος, Ὀθονίας Ἰαριμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας·
28And of the sons of Zamoth; Eliadas, Elisimus, Othonias, Jarimoth, and Sabatus, and Sardeus.
29καὶ ἐκ τῶν υἱῶν Βηβαΐ, Ἰωάννης καὶ Ἀνανίας καὶ Ἰωζάβδος καὶ Ἀμαθίας·
29Of the sons of Babai; Johannes, and Ananias and Josabad, and Amatheis.
30ἐκ τῶν υἱῶν Μανί, Ὠλαμός, Μαμοῦχος, Ἰεδαῖος, Ἰασοῦβος καὶ Ἰασαῆλος καὶ Ἱερεμώθ·
30Of the sons of Mani; Olamus, Mamuchus, Jedeus, Jasubus, Jasael, and Hieremoth.
31καὶ ἐξ υἱῶν Ἀδδί, Νάαθος καὶ Μοοσίας, Λακκοῦνος καὶ Ναΐδος, Ματθανίας καὶ Σεσθήλ· καὶ Βαλνοῦος καὶ Μανασσίας·
31And of the sons of Addi; Naathus, and Moosias, Lacunus, and Naidus, and Mathanias, and Sesthel, Balnuus, and Manasseas.
32καὶ ἐκ τῶν υἱῶν Ἀνάν, Ἐλιωνὰς καὶ Ἀσαΐας καὶ Μελχίας καὶ Σαββαῖος καὶ Σίμων Χοσαμαῖος·
32And of the sons of Annas; Elionas and Aseas, and Melchias, and Sabbeus, and Simon Chosameus.
33καὶ ἐκ τῶν υἱῶν Ἀσόμ, Ἀλταναῖος καὶ Ματταθίας καὶ Σαβανναῖος καὶ Ἐλιφαλὰτ καὶ Μανασσῆς καὶ Σεμεΐ·
33And of the sons of Asom; Altaneus, and Matthias, and Baanaia, Eliphalet, and Manasses, and Semei.
34καὶ ἐκ τῶν υἱῶν Βαανί, Ἱερεμίας, Μομδίος, Ἰσμαῆρος, Ἰουήλ, Μαβδαΐ καὶ Πεδίας καὶ Ἄνως, Ραβασίων καὶ Ἐνάσιβος καὶ Μαμνιτάναιμος, Ἐλίασις, Βαννούς, Ἐλιαλί, Σομεΐς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσίς, Ἐσρήλ, Ἀζαῆλος, Σαματός, Ζαμβρί, Ἰώσηφος·
34And of the sons of Maani; Jeremias, Momdis, Omaerus, Juel, Mabdai, and Pelias, and Anos, Carabasion, and Enasibus, and Mamnitanaimus, Eliasis, Bannus, Eliali, Samis, Selemias, Nathanias: and of the sons of Ozora; Sesis, Esril, Azaelus, Samatus, Zambis, Josephus.
35καὶ ἐκ τῶν υἱῶν Ἐθμά, Μαζιτίας, Ζαβαδαίας, Ἠδαΐς, Ἰουήλ, Βαναίας.
35And of the sons of Ethma; Mazitias, Zabadaias, Edes, Juel, Banaias.
36πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.
36All these had taken strange wives, and they put them away with their children.
37Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.
37And the priests and Levites, and they that were of Israel, dwelt in Jerusalem, and in the country, in the first day of the seventh month: so the children of Israel were in their habitations.
38καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος
38And the whole multitude came together with one accord into the broad place of the holy porch toward the east:
39καὶ εἶπεν Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ· κόμισαι τὸν νόμον Μωυσῆ τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ Ἰσραήλ.
39And they spake unto Esdras the priest and reader, that he would bring the law of Moses, that was given of the Lord God of Israel.
40καὶ ἐκόμισεν Ἔσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσι τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός.
40So Esdras the chief priest brought the law unto the whole multitude from man to woman, and to all the priests, to hear law in the first day of the seventh month.
41καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἀπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.
41And he read in the broad court before the holy porch from morning unto midday, before both men and women; and the multitude gave heed unto the law.
42καὶ ἔστη Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος,
42And Esdras the priest and reader of the law stood up upon a pulpit of wood, which was made for that purpose.
43καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθίας, Σαμμούς, Ἀνανίας, Ἀζαρίας, Οὐρίας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν,
43And there stood up by him Mattathias, Sammus, Ananias, Azarias, Urias, Ezecias, Balasamus, upon the right hand:
44καὶ ἐξ εὐωνύμων Φαλδαῖος καὶ Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας.
44And upon his left hand stood Phaldaius, Misael, Melchias, Lothasubus, and Nabarias.
45καὶ ἀναλαβὼν Ἔσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων,
45Then took Esdras the book of the law before the multitude: for he sat honourably in the first place in the sight of them all.
46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν Ἔσδρας τῷ Κυρίῳ Θεῷ Ὑψίστῳ Θεῷ Σαβαὼθ παντοκράτορι,
46And when he opened the law, they stood all straight up. So Esdras blessed the Lord God most High, the God of hosts, Almighty.
47καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος ἀμήν. καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ.
47And all the people answered, Amen; and lifting up their hands they fell to the ground, and worshipped the Lord.
48Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας καὶ Ἰαδινὸς καὶ Ἰάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας καὶ Καλίτας, Ἀζαρίας καὶ Ἰώζαβδος καὶ Ἀνανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
48Also Jesus, Anus, Sarabias, Adinus, Jacubus, Sabateas, Auteas, Maianeas, and Calitas, Asrias, and Joazabdus, and Ananias, Biatas, the Levites, taught the law of the Lord, making them withal to understand it.
49καὶ εἶπεν Ἀτθαράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας·
49Then spake Attharates unto Esdras the chief priest. and reader, and to the Levites that taught the multitude, even to all, saying,
50ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ, καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου·
50This day is holy unto the Lord; (for they all wept when they heard the law:)
51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν,
51Go then, and eat the fat, and drink the sweet, and send part to them that have nothing;
52ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς.
52For this day is holy unto the Lord: and be not sorrowful; for the Lord will bring you to honour.
53καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ λέγοντες· ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.
53So the Levites published all things to the people, saying, This day is holy to the Lord; be not sorrowful.
54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι καὶ εὐφρανθῆναι μεγάλως,
54Then went they their way, every one to eat and drink, and make merry, and to give part to them that had nothing, and to make great cheer;
55ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ρήμασιν, οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.
55Because they understood the words wherein they were instructed, and for the which they had been assembled.

Tip: use the ← and → keys to turn chapters.