ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 3
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ,
1Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι· ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ·
2ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ,
2Ὁ τρίτος Ἀβεσσαλὼμ, υἱὸς Μωχὰ θυγατρὸς Θολμαῒ βασιλέως Γεδσούρ· ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ·
3ὁ πέμπτος Σαφατία τῆς Ἀβιτάλ, ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
3Ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ· ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
4Ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών· καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη, καὶ ἑξάμηνον· καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ,
5Καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαὰ, Σωβὰβ, Νάθαν, καὶ Σαλωμών· τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ·
6καὶ Ἰεβαὰρ καὶ Ἐλισὰ καὶ Ἐλιφαλὴθ
6Καὶ Ἐβαὰρ, καὶ Ἐλισὰ, καὶ Ἐλιφαλὴθ,
7καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ Ἰαφιὲ
7καὶ Ναγαὶ, καὶ Ναφὲκ, καὶ Ἰαφιὲ,
8καὶ Ἑλισαμὰ καὶ Ἐλιαδὰ καὶ Ἐλιφαλά, ἐννέα.
8καὶ Ἑλισαμὰ, καὶ Ἐλιαδὰ, καὶ Ἐλιφαλὰ, ἐννέα.
9πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
9Πάντες υἱοὶ Δαυὶδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θήμαρ ἀδελφὴ αὐτῶν.
10υἱοὶ Σαλωμών· Ροβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
10Υἱοὶ Σαλωμὼν, Ῥοβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
11Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
11Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
12Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαμ υἱὸς αὐτοῦ,
12Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαν υἱὸς αὐτοῦ,
13Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
13Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
14Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
14Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
15καὶ υἱοὶ Ἰωσία· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
15Καὶ υἱοὶ Ἰωσία, πρωτότοκος Ἰωανὰν, ὁ δεύτερος Ἰωακεὶμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
16καὶ υἱοὶ Ἰωακίμ· Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
16Καὶ υἱοὶ Ἰωακείμ, Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
17καὶ υἱοὶ Ἰεχονία· Ἀσίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
17Καὶ υἱοὶ Ἰεχονία, Ἀσὶρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
18Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ Ἰεκεμία καὶ Ὡσαμὰθ καὶ Ναβαδίας.
18Μελχειρὰμ, καὶ Φαδαΐας, καὶ Σανεσὰρ, καὶ Ἰεκιμία, καὶ Ὡσαμὰθ, καὶ Ναβαδίας.
19καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ Ἀνανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν
19Καὶ υἱοὶ Φαδαΐας, Ζοροβάβελ, καὶ Σεμεΐ· καὶ υἱοὶ Ζοροβάβελ, Μοσολλὰμ, καὶ Ἀνανία, καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν,
20καὶ Ἀσουβὲ καὶ Ὀὸλ καὶ Βαραχία καὶ Ἀσαδία καὶ Ἀσοβέδ, πέντε.
20καὶ Ἀσουβὲ, καὶ Ὀὸλ, καὶ Βαραχὶα, καὶ Ἀσαδία, καὶ Ἀσοβὲδ, πέντε.
21καὶ υἱοὶ Ἀνανία· Φαλεττία καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
21Καὶ υἱοὶ Ἀνανία, Φαλεττία, καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
22καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ Ἰωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ.
22Καὶ υἱὸς Σεχενία, Σαμαΐα· καὶ υἱοὶ Σαμαΐα, Χαττοὺς, καὶ Ἰωὴλ, καὶ Βεῤῥὶ, καὶ Νωαδία, καὶ Σαφὰθ, ἕξ.
23καὶ υἱοὶ Νωαδία· Ἐλιθενὰν καὶ Ἐζεκία καὶ Ἐζρικάμ, τρεῖς.
23Καὶ υἱοὶ Νωαδία, Ἐλιθενὰν, καὶ Ἐζεκία, καὶ Ἐζρικὰμ, τρεῖς.
24καὶ υἱοὶ Ἐλιθενάν· Ὀδολία καὶ Ἑλιασεβὼν καὶ Φαδαΐα καὶ Ἀκοὺβ καὶ Ἰωανὰν καὶ Δαλααΐα καὶ Ἀνάν, ἑπτά.
24Καὶ υἱοὶ Ἐλιθενὰν, Ὀδολία, καὶ Ἑλιασεβὼν, καὶ Φαδαΐα, καὶ Ἀκοὺβ, καὶ Ἰωανὰν, καὶ Δαλααΐα, καὶ Ἀνὰν, ἑπτά.
Tip: use the ← and → keys to turn chapters.