Luke 5
Douay-Rheims Bible, American Edition (1899)Translation
Douay-Rheims Bible, American Edition (1899)
Greek New Testament, word by word (STEPBible TAGNT)
1And it came to pass, that when the multitudes pressed upon him to hear the word of God, he stood by the lake of Genesareth,
1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ
2And saw two ships standing by the lake: but the fishermen were gone out of them, and were washing their nets.
2καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην. οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα.
3And going into one of the ships that was Simon’s, he desired him to draw back a little from the land. And sitting he taught the multitudes out of the ship.
3ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. καθίσας ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους.¶
4Now when he had ceased to speak, he said to Simon: Launch out into the deep, and let down your nets for a draught.
4Ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5And Simon answering said to him: Master, we have labored all the night, and have taken nothing: but at thy word I will let down the net.
5καὶ ἀποκριθεὶς Σίμων εἶπεν ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.
6And when they had done this, they enclosed a very great multitude of fishes, and their net broke.
6καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν.
7And they beckoned to their partners that were in the other ship, that they should come and help them. And they came, and filled both the ships, so that they were almost sinking.
7καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς. καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.¶
8Which when Simon Peter saw, he fell down at Jesus’ knees, saying: Depart from me, for I am a sinful man, O Lord.
8Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε.
9For he was wholly astonished, and all that were with him, at the draught of the fishes which they had taken.
9θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,
10And so were also James and John the sons of Zebedee, who were Simon’s partners. And Jesus saith to Simon: Fear not: from henceforth thou shalt catch men.
10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11And having brought their ships to land, leaving all things, they followed him.
11καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.¶
12And it came to pass, when he was in a certain city, behold a man full of leprosy, who seeing Jesus, and falling on his face, besought him, saying: Lord, if thou wilt, thou canst make me clean.
12Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13And stretching forth his hand, he touched him, saying: I will. Be thou cleansed. And immediately the leprosy departed from him.
13καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14And he charged him that he should tell no man, but, Go, shew thyself to the priest, and offer for thy cleansing according as Moses commanded, for a testimony to them.
14καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλ᾽ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.¶
15But the fame of him went abroad the more, and great multitudes came together to hear, and to be healed by him of their infirmities.
15Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16And he retired into the desert, and prayed.
16αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.¶
17And it came to pass on a certain day, as he sat teaching, that there were also Pharisees and doctors of the law sitting by, that were come out of every town of Galilee, and Judea and Jerusalem: and the power of the Lord was to heal them.
17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ, καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
18And behold, men brought in a bed a man, who had the palsy: and they sought means to bring him in, and to lay him before him.
18καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι αὐτὸν ἐνώπιον αὐτοῦ.
19And when they could not find by what way they might bring him in, because of the multitude, they went up upon the roof, and let him down through the tiles with his bed into the midst before Jesus.
19καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20Whose faith when he saw, he said: Man, thy sins are forgiven thee.
20καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21And the scribes and Pharisees began to think, saying: Who is this who speaketh blasphemies? Who can forgive sins, but God alone?
21καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός;¶
22And when Jesus knew their thoughts, answering, he said to them: What is it you think in your hearts?
22Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23Which is easier to say, Thy sins are forgiven thee; or to say, Arise and walk?
23τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει;
24But that you may know that the Son of man hath power on earth to forgive sins, (he saith to the sick of the palsy,) I say to thee, Arise, take up thy bed, and go into thy house.
24ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, εἶπεν τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.
25And immediately rising up before them, he took up the bed on which he lay; and he went away to his own house, glorifying God.
25καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν.
26And all were astonished; and they glorified God. And they were filled with fear, saying: We have seen wonderful things today.
26καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.¶
27And after these things he went forth, and saw a publican named Levi, sitting at the receipt of custom, and he said to him: Follow me.
27Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
28And leaving all things, he rose up and followed him.
28καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ.
29And Levi made him a great feast in his own house; and there was a great company of publicans, and of others, that were at table with them.
29καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30But the Pharisees and scribes murmured, saying to his disciples: Why do you eat and drink with publicans and sinners?
30καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;¶
31And Jesus answering, said to them: They that are whole, need not the physician: but they that are sick.
31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
32I came not to call the just, but sinners to penance.
32οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33And they said to him: Why do the disciples of John fast often, and make prayers, and the disciples of the Pharisees in like manner; but thine eat and drink?
33οἱ δὲ εἶπαν πρὸς αὐτόν· οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.¶
34To whom he said: Can you make the children of the bridegroom fast, whilst the bridegroom is with them?
34Ὁ δὲ εἶπεν πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, ποιῆσαι νηστεῦσαι;
35But the days will come, when the bridegroom shall be taken away from them, then shall they fast in those days.
35ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36And he spoke also a similitude to them: That no man putteth a piece from a new garment upon an old garment; otherwise he both rendeth the new, and the piece taken from the new agreeth not with the old.
36ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37And no man putteth new wine into old bottle: otherwise the new wine will break the bottles, and it will be spilled, and the bottles will be lost.
37καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ οἶνος νέος τοὺς ἀσκοὺς καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38But new wine must be put into new bottles; and both are preserved.
38ἀλλ᾽ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
39And no man drinking old, hath presently a mind to new: for he saith, The old is better.
39καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον, λέγει γάρ· ὁ παλαιὸς χρηστός ἐστιν.¶
Tip: use the ← and → keys to turn chapters.