箴言 5
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1我兒,要留心我智慧的話語, 側耳聽我聰明的言詞,
1ΥΙΕ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,
2為要使你謹守謀略, 嘴唇保存知識。
2ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.
3因為淫婦的嘴滴下蜂蜜; 她的口比油更滑,
3μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,
4至終卻苦似茵蔯, 快如兩刃的刀。
4ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
5她的腳下入死地; 她腳步踏住陰間,
5τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται·
6以致她找不着生命平坦的道。 她的路變遷不定, 自己還不知道。
6ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
7眾子啊,現在要聽從我; 不可離棄我口中的話。
7νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.
8你所行的道要離她遠, 不可就近她的房門,
8μακρὰν ποίησον ἀπ᾿ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς,
9恐怕將你的尊榮給別人, 將你的歲月給殘忍的人;
9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν·
10恐怕外人滿得你的力量, 你勞碌得來的,歸入外人的家;
10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσι
11終久,你皮肉和身體消毀, 你就悲歎,
11καὶ μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσι σάρκες σωματός σου,
12說:我怎麼恨惡訓誨, 心中藐視責備,
12καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου;
13也不聽從我師傅的話, 又不側耳聽那教訓我的人?
13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλλον τὸ οὖς μου·
14我在 聖 會裏, 幾乎落在諸般惡中。
14παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
15你要喝自己池中的水, 飲自己井裏的活水。
15πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.
16你的泉源豈可漲溢在外? 你的河水豈可流在街上?
16μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·
17惟獨歸你一人, 不可與外人同用。
17ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
18要使你的泉源蒙福; 要喜悅你幼年所娶的妻。
18ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
19她如可愛的麀鹿,可喜的母鹿; 願她的胸懷使你時時知足, 她的愛情使你常常戀慕。
19ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ, ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.
20我兒,你為何戀慕淫婦? 為何抱外女的胸懷?
20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας·
21因為,人所行的道都在耶和華眼前; 他也修平人一切的路。
21ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
22惡人必被自己的罪孽捉住; 他必被自己的罪惡如繩索纏繞。
22παρονομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται·
23他因不受訓誨就必死亡; 又因愚昧過甚,必走差了路。
23οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.
Tip: use the ← and → keys to turn chapters.