約書亞記 22
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1當時, 約書亞 召了 呂便 人、 迦得 人,和 瑪拿西 半支派的人來,
1Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν, καὶ τοὺς υἱοὺς Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ,
2對他們說:「耶和華僕人 摩西 所吩咐你們的,你們都遵守了;我所吩咐你們的,你們也都聽從了。
2καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν.
3你們這許多日子,總沒有撇離你們的弟兄,直到今日,並守了耶和華-你們上帝所吩咐你們當守的。
3Οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡυμέρας ἐφυλάξατε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν.
4如今耶和華-你們上帝照着他所應許的,使你們弟兄得享平安,現在可以轉回你們的帳棚,到耶和華的僕人 摩西 在 約旦河 東所賜你們為業之地。
4Νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες, ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
5只要切切地謹慎遵行耶和華僕人 摩西 所吩咐你們的誡命律法,愛耶和華-你們的上帝,行他一切的道,守他的誡命,專靠他,盡心盡性事奉他。」
5Ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου· ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ, καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
6於是 約書亞 為他們祝福,打發他們去,他們就回自己的帳棚去了。
6Καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
7瑪拿西 那半支派, 摩西 早已在 巴珊 分給他們 地業 。這半支派, 約書亞 在 約旦河 西,在他們弟兄中,分給他們 地業 。 約書亞 打發他們回帳棚的時候為他們祝福,
7Καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν· καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς.
8對他們說:「你們帶許多財物,許多牲畜和金、銀、銅、鐵,並許多衣服,回你們的帳棚去,要將你們從仇敵奪來的物,與你們眾弟兄同分。」
8Καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν· καὶ κτήνη πολλὰ σφόδρα, καὶ ἀργύριον, καὶ χρυσίον, καὶ σίδηρον, καὶ ἱματισμὸν πολὺν, διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.
9於是 呂便 人、 迦得 人、 瑪拿西 半支派的人從 迦南 地的 示羅 起行,離開 以色列 人,回往他們得為業的 基列 地,就是照耶和華藉 摩西 所吩咐的得了為業之地。
9Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
10呂便 人、 迦得 人,和 瑪拿西 半支派的人到了靠近 約旦河 的一帶 迦南 地,就在 約旦河 那裏築了一座壇;那壇看着高大。
10Καὶ ἦλθον εἰς Γαλαὰδ τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.
11以色列 人聽說 呂便 人、 迦得 人、 瑪拿西 半支派的人靠近 約旦河 邊,在 迦南 地屬 以色列 人的那邊築了一座壇。
11Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων, Ἰδοῦ ᾠκοδομήκασιν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφʼ ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ.
12全會眾一聽見,就聚集在 示羅 ,要上去攻打他們。
12Καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
13以色列 人打發祭司 以利亞撒 的兒子 非尼哈 ,往 基列 地去見 呂便 人、 迦得 人、 瑪拿西 半支派的人;
13Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ, τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως,
14又打發十個首領與 非尼哈 同去,就是 以色列 每支派的一個首領,都是 以色列 軍中的統領。
14καὶ δέκα τῶν ἀρχόντων μετʼ αὐτοῦ· ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι χιλίαρχοι Ἰσραήλ.
15他們到了 基列 地,見 呂便 人、 迦得 人,和 瑪拿西 半支派的人,對他們說:
15Καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ῥουβὴν, καὶ πρὸς τοὺς υἱοὺς Γὰδ, καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαάδ· καὶ ἐλάλησαν πρὸς αὐτοὺς, λέγοντες,
16「耶和華全會眾這樣說,你們今日轉去不跟從耶和華,干犯 以色列 的上帝,為自己築一座壇,悖逆了耶和華,這犯的是甚麼罪呢?
16τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;
17從前 拜 毗珥 的罪孽還算小嗎?雖然瘟疫臨到耶和華的會眾,到今日我們還沒有洗淨這罪。
17Μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογὼρ, ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπʼ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης; καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
18你們今日竟轉去不跟從耶和華嗎?你們今日既悖逆耶和華,明日他必向 以色列 全會眾發怒。
18Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή.
19你們所得為業之地,若嫌不潔淨,就可以過到耶和華之地,就是耶和華的帳幕所住之地,在我們中間得地業。只是不可悖逆耶和華,也不可得罪我們,在耶和華-我們上帝的壇以外為自己築壇。
19Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
20從前 謝拉 的曾孫 亞干 豈不是在那當滅的物上犯了罪,就有忿怒臨到 以色列 全會眾嗎?那人在所犯的罪中不獨一人死亡。」
20Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
21於是 呂便 人、 迦得 人、 瑪拿西 半支派的人回答 以色列 軍中的統領說:
21Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες,
22「大能者上帝耶和華!大能者上帝耶和華!他是知道的! 以色列 人也必知道!我們若有悖逆的意思,或是干犯耶和華(願你今日不保佑我們),
22ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
23為自己築壇,要轉去不跟從耶和華,或是要將燔祭、素祭、平安祭獻在壇上,願耶和華親自討我們的罪。
23Καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν, ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπʼ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων, ὥστε ποιῆσαι ἐπʼ αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει.
24我們行這事並非無故,是特意做的,說:恐怕日後你們的子孫對我們的子孫說:『你們與耶和華- 以色列 的上帝有何關涉呢?
24Ἀλλʼ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο, λέγοντες, ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ;
25因為耶和華把 約旦河 定為我們和你們這 呂便 人、 迦得 人的交界,你們與耶和華無分了。』這樣,你們的子孫就使我們的子孫不再敬畏耶和華了。
25Καὶ ὅρια ἔθηκε Κύριος ἀναμέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου· καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱῶν ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον.
26因此我們說:『不如為自己築一座壇,不是為獻燔祭,也不是為獻 別的 祭,
26Καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
27乃是為你我中間和你我後人中間作證據,好叫我們也在耶和華面前獻燔祭、平安祭,和 別的 祭事奉他,免得你們的子孫日後對我們的子孫說,你們與耶和華無分了。』
27ἀλλʼ ἵνα ᾖ τοῦτο μαρτύριον ἀναμέσον ἡμῶν καὶ ὑμῶν, καὶ ἀναμέσον τῶν γενεῶν ἡμῶν μεθʼ ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον, οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου.
28所以我們說:『日後你們對我們,或對我們的後人這樣說,我們就可以回答說,你們看我們列祖所築的壇是耶和華壇的樣式;這並不是為獻燔祭,也不是為獻 別的 祭,乃是為作你我中間的證據。』
28Καὶ εἴπαμεν, ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς, ἢ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν, ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον ἡμῶν, καὶ ἀναμέσον τῶν υἱῶν ἡμῶν.
29我們在耶和華-我們上帝帳幕前的壇以外,另築一座壇,為獻燔祭、素祭,和 別的 祭,悖逆耶和華,今日轉去不跟從他,我們斷沒有這個意思。」
29Μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι, καὶ ταῖς θυσίαις Σαλαμὶν, καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
30祭司 非尼哈 與會中的首領,就是與他同來 以色列 軍中的統領,聽見 呂便 人、 迦得 人、 瑪拿西 人所說的話,就都以為美。
30Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἦσαν μετʼ αὐτοῦ, τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς.
31祭司 以利亞撒 的兒子 非尼哈 對 呂便 人、 迦得 人、 瑪拿西 人說:「今日我們知道耶和華在我們中間,因為你們沒有向他犯了這罪。現在你們救 以色列 人脫離耶和華的手了。」
31Καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, σήμερον ἐγνώκαμεν ὅτι μεθʼ ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν, καὶ ὅτι ἐῤῥύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου.
32祭司 以利亞撒 的兒子 非尼哈 與眾首領離了 呂便 人、 迦得 人,從 基列 地回往 迦南 地,到了 以色列 人那裏, 便將這事 回報他們。
32Καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους.
33以色列 人以這事為美,就稱頌上帝,不再提上去攻打 呂便 人、 迦得 人、毀壞他們所住的地了。
33Καὶ ἤρεσε τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν Ἰσραήλ· καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ῥουβὴν καὶ τῶν υἱων Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ· καὶ κατῴκησαν ἐπʼ αὐτῆς.
34呂便 人、 迦得 人給壇起名叫 證壇 ,意思說:這壇在我們中間證明耶和華是上帝。
34Καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, καὶ εἶπεν, ὅτι μαρτύριόν ἐστιν ἀναμέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.
Tip: use the ← and → keys to turn chapters.