以賽亞書 12
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1到那日,你必說: 耶和華啊,我要稱謝你! 因為你雖然向我發怒, 你的怒氣卻已轉消; 你又安慰了我。
1Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με.
2看哪!上帝是我的拯救; 我要倚靠他,並不懼怕。 因為主耶和華是我的力量, 是我的詩歌, 他也成了我的拯救。
2Ἰδοὺ ὁ Θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
3所以,你們必從救恩的泉源歡然取水。
3Καὶ ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
4在那日,你們要說: 當稱謝耶和華,求告他的名; 將他所行的傳揚在萬民中, 提說他的名已被尊崇。
4Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.
5你們要向耶和華唱歌, 因他所行的甚是美好; 但願這事普傳天下。
5Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ.
6錫安 的居民哪,當揚聲歡呼, 因為在你們中間的 以色列 聖者乃為至大。
6Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.