以西結書 37
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1耶和華的靈降在我身上。耶和華藉他的靈帶我出去,將我放在平原中;這平原遍滿骸骨。
1Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,
2他使我從骸骨的四圍經過,誰知在平原的骸骨甚多,而且極其枯乾。
2καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
3他對我說:「人子啊,這些骸骨能復活嗎?」我說:「主耶和華啊,你是知道的。」
3Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα, Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα.
4他又對我說:「你向這些骸骨發預言說:枯乾的骸骨啊,要聽耶和華的話。
4Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς, τὰ ὀστᾶ τὰ ξηρὰ, ἀκούσατε λόγον Κυρίου.
5主耶和華對這些骸骨如此說:『我必使氣息進入你們裏面,你們就要活了。
5Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις, ἰδοὺ ἐγὼ φέρω ἐφʼ ὑμᾶς πνεῦμα ζωῆς,
6我必給你們加上筋,使你們長肉,又將皮遮蔽你們,使氣息進入你們裏面,你們就要活了;你們便知道我是耶和華。』」
6καὶ δώσω ἐφʼ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκα, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
7於是,我遵命說預言。正說預言的時候,不料,有響聲,有地震;骨與骨互相聯絡。
7Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
8我觀看,見骸骨上有筋,也長了肉,又有皮遮蔽其上,只是還沒有氣息。
8Καὶ ἴδον, καὶ ἰδοὺ, ἐπʼ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπʼ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπʼ αὐτοῖς.
9主對我說:「人子啊,你要發預言,向風發預言,說主耶和華如此說:氣息啊,要從四方而來,吹在這些被殺的人身上,使他們活了。」
9Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι, τάδε λέγει Κύριος, ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.
10於是我遵命說預言,氣息就進入骸骨,骸骨便活了,並且站起來,成為極大的軍隊。
10Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
11主對我說:「人子啊,這些骸骨就是 以色列 全家。他們說:『我們的骨頭枯乾了,我們的指望失去了,我們滅絕淨盡了。』
11Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.
12所以你要發預言對他們說,主耶和華如此說:『我的民哪,我必開你們的墳墓,使你們從墳墓中出來,領你們進入 以色列 地。
12Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ·
13我的民哪,我開你們的墳墓,使你們從墳墓中出來,你們就知道我是耶和華。
13Καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.
14我必將我的靈放在你們裏面,你們就要活了。我將你們安置在本地,你們就知道我-耶和華如此說,也如此成就了。這是耶和華說的。』」
14Καὶ δώσω πνεῦμά μου εἰς ὑμὰς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.
15耶和華的話又臨到我說:
15Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων,
16「人子啊,你要取一根木杖,在其上寫『為 猶大 和他的同伴 以色列 人』;又取一根木杖,在其上寫『為 約瑟 ,就是為 以法蓮 ,又為他的同伴 以色列 全家』。
16υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον, καὶ γράψον ἐπʼ αὐτὴν τὸν Ἰούδαν, καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπʼ αὐτόν· καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ, ῥάβδον Ἐφραὶμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.
17你要使這兩根木杖接連為一,在你手中成為一根。
17Καὶ συνάψεις αὐτὰς προσαλλήλας σεαυτῷ, εἰς ῥάβδον μίαν τοῦ δῆσαι ἑαυτὰς, καὶ ἔσονται ἐν τῇ χειρί σου.
18你本國的子民問你說:『這是甚麼意思?你不指示我們嗎?』
18Καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου, οὐκ ἀναγγέλλεις ἡμῖν, τί ἐστι ταῦτά σοι;
19你就對他們說:『主耶和華如此說:我要將 約瑟 和他同伴 以色列 支派的杖,就是那在 以法蓮 手中的,與 猶大 的杖一同接連為一,在我手中成為一根。』
19Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ, τὴν διὰ χειρὸς Ἐφραὶμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν τῇ χειρὶ Ἰούδα.
20你所寫的那兩根杖要在他們眼前拿在手中,
20Καὶ ἔσονται αἱ ῥάβδοι ἐφʼ αἷς σὺ ἔγραψας ἐπʼ αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν.
21要對他們說,主耶和華如此說:我要將 以色列 人從他們所到的各國收取,又從四圍聚集他們,引導他們歸回本地。
21Καὶ ἐρεῖς αὐτοῖς, Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ,
22我要使他們在那地,在 以色列 山上成為一國,有一王作他們眾民的王。他們不再為二國,決不再分為二國;
22καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ, μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,
23也不再因偶像和可憎的物,並一切的罪過玷污自己。我卻要救他們出離一切的住處,就是他們犯罪的地方;我要潔淨他們,如此,他們要作我的子民,我要作他們的上帝。
23ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν.
24「我的僕人 大衛 必作他們的王;眾民必歸一個牧人。他們必順從我的典章,謹守遵行我的律例。
24Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουνσιν αὐτά.
25他們必住在我賜給我僕人 雅各 的地上,就是你們列祖所住之地。他們和他們的子孫,並子孫的子孫,都永遠住在那裏。我的僕人 大衛 必作他們的王,直到永遠。
25Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων εἰς τὸν αἰῶνα.
26並且我要與他們立平安的約,作為永約。我也要將他們安置在 本地 ,使他們的人數增多,又在他們中間設立我的聖所,直到永遠。
26Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετʼ αὐτῶν, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα,
27我的居所必在他們中間;我要作他們的上帝,他們要作我的子民。
27καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοί μου ἔσονται λαός·
28我的聖所在 以色列 人中間直到永遠,外邦人就必知道我是叫 以色列 成為聖的耶和華。」
28Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
Tip: use the ← and → keys to turn chapters.