以西結書
Chapter 29
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1第十年十 月 十二 日 ,耶和華的話臨到我說:
1ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人子啊,你要向 埃及 王法老預言攻擊他和 埃及 全地,
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην
3說主耶和華如此說: 埃及 王法老啊, 我與你這臥在自己河中的大魚為敵。 你曾說:這河是我的, 是我為自己造的。
3καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
4我- 耶和華 必用鉤子鉤住你的腮頰, 又使江河中的魚貼住你的鱗甲; 我必將你和所有貼住你鱗甲的魚, 從江河中拉上來,
4καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου·
5把你並江河中的魚都拋在曠野; 你必倒在田間, 不被收殮,不被掩埋。 我已將你給地上野獸、空中飛鳥作食物。
5καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
6「 埃及 一切的居民,因向 以色列 家成了蘆葦的杖,就知道我是耶和華。
6καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.
7他們用手持住你,你就斷折,傷了他們的肩;他們倚靠你,你就斷折,閃了他們的腰。
7ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
8所以主耶和華如此說:我必使刀劍臨到你,從你中間將人與牲畜剪除。
8διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη·
9埃及 地必荒廢淒涼,他們就知道我是耶和華。 「因為法老說:『這河是我的,是我所造的』,
9καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς.
10所以我必與你並你的江河為敵,使 埃及 地,從 色弗尼 塔直到 古實 境界,全然荒廢淒涼。
10διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.
11人的腳、獸的蹄都不經過,四十年之久並無人居住。
11οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη.
12我必使 埃及 地在荒涼的國中成為荒涼,使 埃及 城在荒廢的城中變為荒廢,共有四十年。我必將 埃及 人分散在列國,四散在列邦。」
12καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
13主耶和華如此說:「滿了四十年,我必招聚分散在各國民中的 埃及 人。
13τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ,
14我必叫 埃及 被擄的人回來,使他們歸回本地 巴忒羅 。在那裏必成為低微的國,
14καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ
15必為列國中最低微的,也不再自高於列國之上。我必減少他們,以致不再轄制列國。
15παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι.
16埃及 必不再作 以色列 家所倚靠的; 以色列 家仰望 埃及 人的時候,便思念罪孽。他們就知道我是主耶和華。」
16καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
17二十七年正 月 初一 日 ,耶和華的話臨到我說:
17καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18「人子啊, 巴比倫 王 尼布甲尼撒 使他的軍兵大大效勞,攻打 泰爾 ,以致頭都光禿,肩都磨破;然而他和他的軍兵攻打 泰爾 ,並沒有從那裏得甚麼酬勞。
18υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν.
19所以主耶和華如此說:我必將 埃及 地賜給 巴比倫 王 尼布甲尼撒 ;他必擄掠 埃及 群眾,搶其中的財為擄物,奪其中的貨為掠物,這就可以作他軍兵的酬勞。
19τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ·
20我將 埃及 地賜給他,酬他所效的勞,因王與軍兵是為我勤勞。這是主耶和華說的。
20ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος·
21「當那日,我必使 以色列 家的角發生,又必使你- 以西結 在他們中間得以開口;他們就知道我是耶和華。」
21ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Tip: use the ← and → keys to turn chapters.