出埃及記
Chapter 10
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1耶和華對 摩西 說:「你進去見法老。我使他和他臣僕的心剛硬,為要在他們中間顯我這些神蹟,
1ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς·
2並要叫你將我向 埃及 人所做的事,和在他們中間所行的神蹟,傳於你兒子和你孫子的耳中,好叫你們知道我是耶和華。」
2ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.
3摩西 、 亞倫 就進去見法老,對他說:「耶和華- 希伯來 人的上帝這樣說:『你在我面前不肯自卑要到幾時呢?容我的百姓去,好事奉我。
3εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.
4你若不肯容我的百姓去,明天我要使蝗蟲進入你的境內,
4ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου,
5遮滿地面,甚至看不見地,並且吃那冰雹所剩的和田間所長的一切樹木。
5καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
6你的宮殿和你眾臣僕的房屋,並一切 埃及 人的房屋,都要被蝗蟲佔滿了;自從你祖宗和你祖宗的祖宗在世以來,直到今日,沒有見過這樣的 災 。』」 摩西 就轉身離開法老出去。
6καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδ᾿ οἱ πρόπαπποι αὐτῶν, ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ.
7法老的臣僕對法老說:「這人為我們的網羅要到幾時呢?容這些人去事奉耶和華-他們的上帝吧! 埃及 已經敗壞了,你還不知道嗎?」
7καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος;
8於是 摩西 、 亞倫 被召回來見法老;法老對他們說:「你們去事奉耶和華-你們的上帝;但那要去的是誰呢?」
8καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ἀαρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς· πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
9摩西 說:「我們要和我們老的少的、兒子女兒同去,且把羊群牛群一同帶去,因為我們務要向耶和華守節。」
9καὶ λέγει Μωυσῆς· σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν.
10法老對他們說:「我容你們和你們 婦人 孩子去的時候,耶和華與你們同在吧!你們要謹慎;因為有禍在你們眼前,
10καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτω, Κύριος μεθ᾿ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόσκειται ὑμῖν.
11不可都去!你們這壯年人去事奉耶和華吧,因為這是你們所求的。」於是把他們從法老面前攆出去。
11μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρευσάτωσαν τῷ Θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐκζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ.
12耶和華對 摩西 說:「你向 埃及 地伸杖,使蝗蟲到 埃及 地上來,吃地上一切的菜蔬,就是冰雹所剩的。」
12εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα.
13摩西 就向 埃及 地伸杖,那一晝一夜,耶和華使東風颳在 埃及 地上;到了早晨,東風把蝗蟲颳了來。
13καὶ ἐπῇρε Μωυσῆς τὴν ράβδον εἰς τὸν οὐρανόν, καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν, ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωΐ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβε τὴν ἀκρίδα
14蝗蟲上來,落在 埃及 的四境,甚是厲害;以前沒有這樣的,以後也必沒有。
14καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
15因為這蝗蟲遮滿地面,甚至地都黑暗了,又吃地上一切的菜蔬和冰雹所剩樹上的果子。 埃及 遍地,無論是樹木,是田間的菜蔬,連一點青的也沒有留下。
15καὶ ἐκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγε πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου, ἐν πάσῃ γῇ Αἰγύπτου.
16於是法老急忙召了 摩西 、 亞倫 來,說:「我得罪耶和華-你們的上帝,又得罪了你們。
16κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ Ἀαρὼν λέγων· ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
17現在求你,只這一次,饒恕我的罪,求耶和華-你們的上帝使我脫離這一次的死亡。」
17προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον.
18摩西 就離開法老去求耶和華。
18ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν.
19耶和華轉了極大的西風,把蝗蟲颳起,吹入 紅海 ;在 埃及 的四境連一個也沒有留下。
19καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
20但耶和華使法老的心剛硬,不容 以色列 人去。
20καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ.
21耶和華對 摩西 說:「你向天伸杖,使 埃及 地黑暗;這黑暗似乎摸得着。」
21Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆς Αἰγύπτου, ψηλαφητὸν σκότος.
22摩西 向天伸杖, 埃及 遍地就烏黑了三天。
22ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας,
23三天之久,人不能相見,誰也不敢起來離開本處;惟有 以色列 人家中都有亮光。
23καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν, οἷς κατεγίνοντο.
24法老就召 摩西 來,說:「你們去事奉耶和華;只是你們的羊群牛群要留下;你們的 婦人 孩子可以和你們同去。」
24καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων· βαδίζετε, λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν,
25摩西 說:「你總要把祭物和燔祭牲交給我們,使我們可以祭祀耶和華-我們的上帝。
25καὶ εἶπε Μωυσῆς· ἀλλὰ καὶ σὺ δώσει ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν·
26我們的牲畜也要帶去,連一蹄也不留下;因為我們要從其中取出來,事奉耶和華-我們的上帝。我們未到那裏,還不知道用甚麼事奉耶和華。」
26καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ᾿ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.
27但耶和華使法老的心剛硬,不肯容他們去。
27ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.
28法老對 摩西 說:「你離開我去吧,你要小心,不要再見我的面!因為你見我面的那日你就必死!」
28καὶ λέγει Φαραώ· ἄπελθε ἀπ᾿ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.
29摩西 說:「你說得好!我必不再見你的面了。」
29λέγει δὲ Μωυσῆς· εἴρηκας· οὐκ ἔτι ὀφθήσομαί σοι εἰς πρόσωπον.

Tip: use the ← and → keys to turn chapters.