撒母耳記下 15
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1此後, 押沙龍 為自己預備車馬,又派五十人在他前頭奔走。
1ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
2押沙龍 常常早晨起來,站在城門的道旁,凡有爭訟要去求王判斷的, 押沙龍 就叫他過來,問他說:「你是哪一城的人?」回答說:「僕人是 以色列 某支派的人。」
2καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρας τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ· ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν· ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου.
3押沙龍 對他說:「你的事有情有理,無奈王沒有委人聽你伸訴。」
3καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἀβεσσαλώμ· ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως.
4押沙龍 又說:「恨不得我作國中的士師!凡有爭訟求審判的到我這裏來,我必秉公判斷。」
4καὶ εἶπεν Ἀβεσσαλώμ· τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν;
5若有人近前來要拜 押沙龍 , 押沙龍 就伸手拉住他,與他親嘴。
5καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
6以色列 人中,凡去見王求判斷的, 押沙龍 都是如此待他們。這樣, 押沙龍 暗中得了 以色列 人的心。
6καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ρῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.
7滿了四十年, 押沙龍 對王說:「求你准我往 希伯崙 去,還我向耶和華所許的願。
7καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ· πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών·
8因為僕人住在 亞蘭 的 基述 ,曾許願說:『耶和華若使我再回 耶路撒冷 ,我必事奉他。』」
8ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἱερουσαλήμ, καὶ λατρεύσω τῷ Κυρίῳ.
9王說:「你平平安安地去吧!」 押沙龍 就起身,往 希伯崙 去了。
9καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών.
10押沙龍 打發探子走遍 以色列 各支派,說:「你們一聽見角聲就說:『 押沙龍 在 希伯崙 作王了!』」
10καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων· ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε· βεβασίλευκε βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.
11押沙龍 在 耶路撒冷 請了二百人與他同去,都是誠誠實實去的,並不知道其中的真情。
11καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἱερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ρῆμα.
12押沙龍 獻祭的時候,打發人去將 大衛 的謀士、 基羅 人 亞希多弗 從他本城請了來。於是叛逆的勢派甚大;因為隨從 押沙龍 的人民,日漸增多。
12καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ καὶ ἐκάλεσε τὸν Ἀχιτόφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.
13有人報告 大衛 說:「 以色列 人的心都歸向 押沙龍 了!」
13καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων· ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.
14大衛 就對 耶路撒冷 跟隨他的臣僕說:「我們要起來逃走,不然都不能躲避 押沙龍 了;要速速地去,恐怕他忽然來到,加害於我們,用刀殺盡合城的人。」
14καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν Ἱερουσαλήμ· ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν ἐν στόματι μαχαίρας.
15王的臣僕對王說:「我主我王所定的,僕人都願遵行。」
15καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου.
16於是王帶着全家的人出去了,但留下十個妃嬪看守宮殿。
16καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.
17王出去,眾民都跟隨他,到 伯墨哈 ,就住下了。
17καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.
18王的臣僕都在他面前過去。 基利提 人、 比利提 人,就是從 迦特 跟隨王來的六百人,也都在他面前過去。
18καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
19王對 迦特 人 以太 說:「你是外邦逃來的人,為甚麼與我們同去呢?你可以回去與 新 王同住, 或者回 你本地去吧!
19καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθὶ τὸν Γεθθαῖον· ἱνατί πορεύῃ καὶ σὺ μεθ' ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκησας σὺ ἐκ τοῦ τόπου σου.
20你來的日子不多,我今日怎好叫你與我們一同飄流、沒有一定的住處呢?你不如帶你的弟兄回去吧! 願耶和華 用慈愛誠實待你。」
20εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ' ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ' ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.
21以太 對王說:「我指着永生的耶和華起誓,又敢在王面前起誓:無論生死,王在哪裏,僕人也必在那裏。」
21καὶ ἀπεκρίθη Ἐθθὶ τῷ βασιλεῖ καὶ εἶπε· ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.
22大衛 對 以太 說:「你前去過 河 吧!」於是 迦特 人 以太 帶着跟隨他的人和所有的 婦人 孩子,就都過去了。
22καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθί· δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ· καὶ παρῆλθεν Ἐθθὶ ὁ Γεθθαῖος καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ' αὐτοῦ.
23本地的人都放聲大哭。眾民盡都過去,王也過了 汲淪溪 ;眾民往曠野去了。
23καὶ πᾶσα ἡ γῆ ἔκλαιε φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν Κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κέδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
24撒督 和抬上帝約櫃的 利未 人也一同來了,將上帝的 約 櫃放下。 亞比亞他 上來,等着眾民從城裏出來過去。
24καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ. καὶ ἀνέβη Ἀβιάθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.
25王對 撒督 說:「你將上帝的 約 櫃抬回城去。我若在耶和華眼前蒙恩,他必使我回來,再見 約 櫃和他的居所。
25καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Σαδώκ· ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτήν καὶ τὴν εὐπρέπειαν αὐτῆς.
26倘若他說:『我不喜悅你』,看哪,我在這裏,願他憑自己的意旨待我!」
26καὶ ἐὰν εἴπῃ οὕτως· οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
27王又對祭司 撒督 說:「你不是先見嗎?你可以安然回城;你兒子 亞希瑪斯 和 亞比亞他 的兒子 約拿單 都可以與你同去。
27καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ· ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχιμάας ὁ υἱός σου καὶ Ἰωνάθαν ὁ υἱὸς Ἀβιάθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ' ὑμῶν·
28我在曠野的渡口那裏等你們報信給我。」
28ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν Ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ρῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.
29於是 撒督 和 亞比亞他 將上帝的 約 櫃抬回 耶路撒冷 ,他們就住在那裏。
29καὶ ἀπέστρεψε Σαδὼκ καὶ Ἀβιάθαρ τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἱερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ.
30大衛 蒙頭赤腳上 橄欖山 ,一面上一面哭。跟隨他的人也都蒙頭哭着上去;
30καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.
31有人告訴 大衛 說:「 亞希多弗 也在叛黨之中,隨從 押沙龍 。」 大衛 禱告說:「耶和華啊,求你使 亞希多弗 的計謀變為愚拙!」
31καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες· καὶ Ἀχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπε Δαυίδ· διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου.
32大衛 到了 山 頂、敬拜上帝的地方,見 亞基 人 戶篩 ,衣服撕裂,頭蒙灰塵來迎接他。
32καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ροώς, οὗ προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
33大衛 對他說:「你若與我同去,必累贅我;
33καὶ εἶπεν αὐτῷ Δαυίδ· ἐὰν μὲν διαβῇς μετ' ἐμοῦ, καὶ ἔσῃ ἐπ' ἐμὲ εἰς βάσταγμα·
34你若回城去,對 押沙龍 說:『王啊,我願作你的僕人;我向來作你父親的僕人,現在我也照樣作你的僕人。』這樣,你就可以為我破壞 亞希多弗 的計謀。
34καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν πόλιν, καὶ ἐρεῖς τῷ Ἀβεσσαλώμ· διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχιτόφελ.
35祭司 撒督 和 亞比亞他 豈不都在那裏嗎?你在王宮裏聽見甚麼,就要告訴祭司 撒督 和 亞比亞他 。
35καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ Ἀβιάθαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσιν.
36撒督 的兒子 亞希瑪斯 , 亞比亞他 的兒子 約拿單 ,也都在那裏。凡你們所聽見的可以託這二人來報告我。」
36ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχιμάας υἱὸς τῷ Σαδὼκ καὶ Ἰωνάθαν υἱὸς τῷ Ἀβιάθαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσητε.
37於是, 大衛 的朋友 戶篩 進了城; 押沙龍 也進了 耶路撒冷 。
37καὶ εἰσῆλθε Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς Ἱερουσαλήμ.
Tip: use the ← and → keys to turn chapters.