歷代志下 10
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1羅波安 往 示劍 去,因為 以色列 人都到了 示劍 ,要立他作王。
1ΚΑΙ ἦλθε Ροβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.
2尼八 的兒子 耶羅波安 先前躲避 所羅門 王,逃往 埃及 ,住在那裏;他聽見這事,就從 埃及 回來。
2καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβάτ καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου.
3以色列 人打發人去請他,他就和 以色列 眾人來見 羅波安 ,對他說:
3καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ πρὸς Ροβοὰμ λέγοντες·
4「你父親使我們負重軛 做苦工 ,現在求你使我們做的苦工負的重軛輕鬆些,我們就事奉你。」
4ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ' ἡμᾶς, καὶ δουλεύσομέν σοι.
5羅波安 對他們說:「第三日再來見我吧!」民就去了。
5καὶ εἶπεν αὐτοῖς· πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με· καὶ ἀπῆλθεν ὁ λαός.
6羅波安 之父 所羅門 在世的日子,有侍立在他面前的老年人, 羅波安 王和他們商議,說:「你們給我出個甚麼主意,我好回覆這民。」
6καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων· πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;
7老年人對他說:「王若恩待這民,使他們喜悅,用好話回覆他們,他們就永遠作王的僕人。」
7καὶ ἐλάλησαν αὐτῷ λέγοντες· ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.
8王卻不用老年人給他出的主意,就和那些與他一同長大、在他面前侍立的少年人商議,
8καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ' αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.
9說:「這民對我說:『你父親使我們負重軛,求你使我們輕鬆些』;你們給我出個甚麼主意,我好回覆他們。」
9καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες· ἄνες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμᾶς;
10那同他長大的少年人說:「這民對王說:『你父親使我們負重軛,求你使我們輕鬆些』;王要對他們如此說:『我的小拇指比我父親的腰還粗;
10καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ' αὐτοῦ λέγοντες· οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρός σε λέγων· ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ' ἡμῶν, οὕτως ἐρεῖς· ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου·
11我父親使你們負重軛,我必使你們負更重的軛;我父親用鞭子責打你們,我要用蠍子 鞭責打你們 。』」
11καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
12耶羅波安 和眾百姓遵着 羅波安 王所說「你們第三日再來見我」的那話,第三日他們果然來了。
12καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ροβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων· ἐπιστρέψατε πρός με ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ.
13羅波安 王用嚴厲的話回覆他們,不用老年人所出的主意,
13καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων
14照着少年人所出的主意對他們說:「我父親使你們負重軛,我必使你們負更重的軛;我父親用鞭子責打你們,我要用蠍子 鞭責打你們 。」
14καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ' αὐτόν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
15王不肯依從百姓;這事乃出於上帝,為要應驗耶和華藉 示羅 人 亞希雅 對 尼八 兒子 耶羅波安 所說的話。
15καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ λέγων· ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ
16以色列 眾民見王不依從他們,就對王說: 我們與 大衛 有甚麼分兒呢? 與 耶西 的兒子並沒有關涉! 以色列 人哪,各回各家去吧! 大衛 家啊,自己顧自己吧! 於是, 以色列 眾人都回自己家裏去了。
16καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων· τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ·
17惟獨住在 猶大 城邑的 以色列 人, 羅波安 仍作他們的王。
17καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐβασίλευσεν ἐπ' αὐτῶν Ροβοάμ.
18羅波安 王差遣掌管服苦之人的 哈多蘭 往 以色列 人那裏去, 以色列 人就用石頭打死他。 羅波安 王急忙上車,逃回 耶路撒冷 去了。
18καὶ ἀπέστειλεν ἐπ' αὐτοὺς Ροβοὰμ ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις καὶ ἀπέθανε. καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ.
19這樣, 以色列 人背叛 大衛 家,直到今日。
19καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.
Tip: use the ← and → keys to turn chapters.